§1039λόγοις ἐνεῖται.
……已被织入你的言辞之中。
— βαῖνε λευστήρων πέλας §1040πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς §1041θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
走向那些要用石头砸死你的人那里去吧,用你的死,在瞬息之间偿还阿开亚人长久的苦难,好让你明白,不可让我蒙羞。
海伦:求求你,我向你抚膝哀求,不要把神明降下的病痛归咎于我而杀死我,请宽恕我吧。
赫卡柏:也不要背叛她所杀害的盟友;为了他们和我的孩子们,我向你哀求。
§1046παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
墨涅拉俄斯:住口,老妇人;我根本不在意她。
我命令侍从们把她带到船尾去,让她从那里启航。
§1049μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
赫卡柏:那么,千万不要让她和你登上同一艘船。
§1050τί δʼ ἔστι;
墨涅拉俄斯:这是为何?
μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;
难道她比以前更重了吗?
§1051οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
赫卡柏:凡不永远爱下去的人,就不是真正的情人。
§1052ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
墨涅拉俄斯:这取决于被爱之人的心意如何转变。
墨涅拉俄斯:就依你的意愿办吧;她不会登上我们坐的那艘船,因为你的话确实有道理。
她到了阿耳戈斯,就会像她配得的那样,恶女落得悲惨死路,并以此警告所有妇人恪守妇道。
ῥᾴδιον μὲν οὐ τόδε· §1058ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ §1059τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
这并非易事;然而,她的毁灭将会把恐惧注入她们的愚蠢之中,即便她们比现在更为可恶。
§1060οὕτω δὴ τὸν ἐν Ἰλίῳ §1061ναὸν καὶ θυόεντα βω- §1062μὸν προύδωκας Ἀχαιοῖς, §1063ὦ Ζεῦ, καὶ πελάνων φλόγα §1064σμύρνης αἰθερίας τε κα- §1065πνὸν καὶ Πέργαμον ἱερὰν §1066Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη §1067χιόνι κατάρυτα ποταμίᾳ §1069τέρμονα πρωτόβολόν θʼ ἁλίῳ, §1070τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.
歌队:宙斯啊,你竟然就这样把在伊利翁的神殿和芬芳的祭坛出卖给了阿开亚人,还有那祭饼的火焰,袅袅升空的没药烟雾,以及神圣的佩尔加蒙,还有那长满常春藤的伊达山谷,那里流淌着冰雪融化的溪水,那是第一缕阳光照射的边界,那沐浴在光芒中的神圣居所。
§1071φροῦδαί σοι θυσίαι χορῶν τʼ §1072εὔφημοι κέλαδοι κατʼ ὄρ- §1073φναν τε παννυχίδες θεῶν, §1074χρυσέων τε ξοάνων τύποι §1075Φρυγῶν τε ζάθεοι σελᾶ- §1076ναι συνδώδεκα πλήθει.
献给你的祭祀已经消失,歌队吉祥的歌声,以及在黑暗中的众神通宵达旦的祭典,还有黄金木雕神像的容貌,以及弗里吉亚神圣的十二次满月,全都荡然无存。
§1077μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ, §1078οὐράνιον ἕδρανον ἐπιβεβὼς §1079αἰθέρα τε πτόλεως ὀλομένας, §1080ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.
我主啊,当你登上天上的王座并在那毁灭之城的上空时,你是否还将这些事挂在心上,这使我深深地忧虑,而那座城已被熊熊烈火的猛烈势头所摧毁。
§1081ὦ φίλος ὦ πόσι μοι, §1082σὺ μὲν φθίμενος ἀλαίνεις §1085ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος §1086ἀίσσον πτεροῖσι πορεύσει §1087ἱππόβοτον Ἄργος, ἵνα τείχεα §1088λάινα Κυκλώπιʼ οὐράνια νέμονται.
哦,我亲爱的丈夫啊,你已经死去,魂魄却在未经安葬、也无奠酒祭水的情况下游荡,而海上的船只却要用双翼载着我,运往养育群马的阿耳戈斯,那里的石建的、高耸入天的独眼巨人城墙巍然屹立。
§1089τέκνων δὲ πλῆθος ἐν πύλαις §1090δάκρυσι κατᾴορα στένει· §1091βοᾷ βοᾷ· §1092Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί- §1093ζουσι σέθεν ἀπʼ ὀμμάτων §1094κυανέαν ἐπὶ ναῦν §1095εἰναλίαισι πλάταις §1096ἢ Σαλαμῖνʼ ἱερὰν §1097ἢ δίπορον κορυφὰν §1098Ἴσθμιον, ἔνθα πύλας §1099Πέλοπος ἔχουσιν ἕδραι.
孩子们在城门口满脸泪水地哀号;他们声声呼喊: “妈妈,呜呼,阿开亚人正要把我一个人带走,离开你的视线,登上那黑色船只,划着海上的双桨,要么去往神圣的萨拉米斯,要么去往横跨两海的地峡之巅,那里有佩洛普斯府邸的大门。
§1100εἴθʼ ἀκάτου Μενέλα §1101μέσον πέλαγος ἰούσας, §1102δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι §1103Αἰγαίου κεραυνοφαὲς πῦρ,
” 但愿当墨涅拉俄斯的船驶向大海中央、在双桨频摇的神圣海浪之间时,爱琴海那闪电般耀眼的烈火会劈落下来!
§1105Ἰλιόθεν ὅτε με πολύδακρυν §1106Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, §1107χρύσεα δʼ ἔνοπτρα, παρθένων §1108χάριτας, ἔχουσα τυγχάνει §1109Διὸς κόρα·
当他把我这个流了无数眼泪的人从这片土地驱逐,当作给希腊的奴隶时,而那黄金的镜子,少女们的宠儿,却正被宙斯的女儿握在手中!
§1110μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ- §1111όν τε θάλαμον ἑστίας, §1112μηδὲ πόλιν Πιτάνας §1113χαλκόπυλόν τε θεάν, §1114δύσγαμον αἶσχος ἑλὼν §1115Ἑλλάδι τᾷ μεγάλᾳ §1116καὶ Σιμοεντιάσιν §1117μέλεα πάθεα ῥοῇσιν.
愿她永远到不了拉科尼亚的土地和祖传的炉边闺房,永远到不了皮塔内城以及铜门女神殿,她把这不幸婚姻的耻辱带给了伟大的希腊,也给西摩伊斯河的流水分赠了悲惨的灾祸。
§1118ἰὼ ἰώ,
呜呼,痛哉!
λεύσσετε Τρώων §1120τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι §1121νεκρόν, ὃν πύργων δίσκημα πικρὸν §1122Δαναοὶ κτείναντες ἔχουσιν.
悲惨的特洛伊妻子们啊,看看这个阿斯提阿那克斯的尸体,达那奥斯人将他从塔楼上冷酷地掷下杀害,正抬着他。
§1123Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος §1124λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου §1125μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
塔尔提比奥斯:赫卡柏啊,只剩下一艘船,正要将阿喀琉斯之子余下的战利品载往弗提亚的海岸。
§1126αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας §1127Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς §1128Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
内奥普托勒摩斯本人已经启航,因为他听闻了佩琉斯遭遇的一些新灾难,得知佩利亚斯之子阿卡斯托斯已将其逐出国土。
§1129οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων, §1130φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ §1131δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός, §1132πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος §1133τύμβον προσεννέπουσα.
正因如此,他顾不得停留便匆匆离去;与他同行的是安德洛玛刻,当她离开这片土地,为祖国哀哭并向赫克托耳的坟墓告别时,引得我流了许多眼泪。
καί σφʼ ᾐτήσατο §1134θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων §1135ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
她请求他安葬这个死去的孩子——他是你儿子赫克托耳的骨肉,从城墙上坠落而断了气。
§1136φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα §1137τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο, §1138μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν, §1139μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται §1140μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν, §1141ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων §1142ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας §1143δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν §1144στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
她还请求,这面曾让阿开亚人胆寒的铜背盾牌,这面孩子的父亲曾护在肋旁的盾牌,切勿运往佩琉斯的家,也别送进这死去孩子的母亲安德洛玛刻即将举行婚礼的同一间新房,以免徒增伤感;而是用这盾牌代替雪松木棺椁和石砌陵墓,把孩子埋葬其中,并交到你的双臂中,好让你在力所能及、尽你所有的范围内,用衣服和花冠包裹好这具尸体。