墨涅拉俄斯:他们把她交给我来处死,或者,如果我不杀她,而希望把她带回阿耳戈斯的土地,也可以。
§876ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον §877Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ §878Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν, §879ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
但我决定放弃在特洛伊处死海伦,而用航海的船只将她带回希腊的土地,然后在那里将她处死,作为对那些在伊利翁失去亲人的人们的惩罚。
§880ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες, §881κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης §882κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν §883πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
喂,走吧,随从们,进到馆里,揪住那个最血腥的女人的头发,把她拖出来;当顺风吹来时,我们就会把她送往希腊。
§884ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, §885ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι, §886Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, §887προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου §888βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.
赫卡柏:哦,大地的载体并在大地之上拥有居所的,无论你是谁,难以捉摸而无法知晓的,宙斯啊,无论是自然的必然还是凡人的知性,我向你祈祷;因为你在无声的道路上行进,将凡人的一切按照正义引导。
§889τί δʼ ἔστιν;
墨涅拉俄斯:这是怎么回事?
εὐχὰς ὡς ἐκαίνισας θεῶν.
你对神明的祈祷是多么新奇啊。
§890αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
赫卡柏:墨涅拉俄斯,如果你要杀死你的妻子,我赞美你。
§891ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
但要避免看着她,免得她用爱欲俘获你。
因为她夺走男人的眼光,毁灭城邦,焚烧房屋;她的魔力就是如此。
§894ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
我了解她,你也了解,那些受害者也一样。
§895Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου §896τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν §897βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
海伦:墨涅拉俄斯,这开端确实令人恐惧;因为在你的随从们手中,我被强行送出了这所房屋前。
§898ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη, §899ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες §900Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
可是,虽然我几乎知道自己被你憎恨,但我还是想问:对于我的生命,希腊人和你有什么决定?
墨涅拉俄斯:你没有得到精确的答复,但整个军队都把你交给我来处死,因为你伤害了那个人。
海伦:那么,是否允许我对这进行言语上的反驳,以说明如果我死,我也并非公正地死去?
§905οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν.
墨涅拉俄斯:我不是来和你辩论的,而是来杀你的。
§906ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής, §907Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους §908ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν §909οὐδὲν κάτοισθα.
赫卡柏:听听她的吧,墨涅拉俄斯,别让她因缺少这个机会而死,并允许我们向她提出相反的论点;因为对于在特洛伊发生的恶行,你一无所知。
συντεθεὶς δʼ ὁ πᾶς λόγος §910κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.
而所有的论点合在一起,就能将她置于死地,使她无处可逃。
τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων §913δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.
但看在你的话的份上——让她知道这一点—— 我才允许她这样做;但绝不是看在她的份上。
海伦:也许,无论我说的合你心意还是不合,你都会认为我是敌人而不予回答。
§916ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ §917κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι §918τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.
但对于那些我认为你会在辩论中用来指控我的事情,我将提出相反的论点,针对你的指控进行回答,并对你提出我的指控。
§919πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν, §920Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε §921Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, §922δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.
首先,这个女人生下了这些灾祸的根源,因为她生下了帕里斯;其次,那个老国王没有杀死那个婴儿,曾经是火把的苦涩化身的亚历山大,从而毁灭了特洛伊和我。
§923ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
听听接下来是怎样的。
§924ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
此人审判了三位女神的三重组合。
§925καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις §926Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι, §927Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους §928τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις· §929Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη §930δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι §931κάλλει.
帕拉斯给亚历山大的礼物是,让他率领弗里吉亚人摧毁希腊;赫拉则许诺说,如果帕里斯判她获胜,他将统治亚洲和欧洲的边界;塞浦路斯人则惊叹于我的美貌,许诺说如果她在美貌上超过其他女神,就会把我赐给他。
τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον· §932νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι §933ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων, §934οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
请想想由此产生的论点:塞浦路斯人战胜了其他女神,我的婚姻至此造福了希腊;你们没有被蛮族人统治,既没有在战场上战败,也没有遭受僭主统治。
§935ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ §936εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι §937ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
然而,希腊所得到的幸运,却成了我的灭顶之灾,我因我的美貌而被出卖,并且因那些本该让我头上戴上皇冠的事情而受到指责。
你会说我还没有谈到眼前最核心的问题,我是如何秘密地从你家中逃走的。
§940ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα §941ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις §942ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
他来的时候,身边带着一位并不弱小的女神,也就是这女人的复仇之神——无论你喜欢称他为亚历山大还是帕里斯。
你这个最卑劣的人,把他留在了你自己的家里,却乘着克里特船从斯巴达起航,前往克里特土地。
§945εἶἑν.
很好。
§945aοὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· §946τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην §947ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
接下来,我要问我自己,而不是你:到底是出于什么想法,我跟着一个陌生人离开了家,背叛了我的祖国和我的家园?