Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §762-873

特洛伊失宠的哀歌与墨涅拉俄斯登场

第 9 段,共 14 段 · 希腊语

内容简介

安德洛玛刻在被夺去阿斯提阿纳克斯并对海伦发出诅咒后被带走,歌队随后歌唱特洛伊昔日的荣耀与神明宠爱的破灭。紧接着,墨涅拉俄斯登场,宣告他要惩罚并带走海伦的决心。

§762πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας §763ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
安德洛玛刻:抱紧生你的母亲,把你的双臂绕在我的背上,让你的口贴着我的口。
§764ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά, §765τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
阿,发明了野蛮恶行的希腊人啊,你们为何要杀死这个毫无罪过的孩子?
§766ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός, §767πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι, §768Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου, §769Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
廷达瑞奥斯的分枝啊,你绝非宙斯之女,我声称你生自许多父亲:首先是复仇之神,其次是嫉妒、杀戮、死亡,以及大地所滋养的一切恶行。
§770οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ, §771πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
因为我绝不相信宙斯生下了你,你给许多蛮族人和希腊人带来了死神般的灾厄。
§772ὄλοιο·
愿你毁灭!
καλλίστων γὰρ ὀμμάτων ἄπο §773αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
因为你用那极美丽的眼睛,可耻地毁灭了弗里吉亚那光荣的平原。
§774ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ· §775δαίνυσθε τοῦδε σάρκας.
来吧,带走他,夺去他,扔下他,如果你们决定要扔的话;去饕餮他的肉吧。
ἔκ τε γὰρ θεῶν §776διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν §777θάνατον ἀρῆξαι.
因为我们正被神明彻底毁灭,我们也无力为孩子挡住死亡。
κρύπτετʼ ἄθλιον δέμας §778καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι §779ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
遮盖起我悲惨的身体,把我扔进船舱吧;因为我正在走向一桩美好的婚礼,在我失去了我自己的孩子之后。
§780τάλαινα Τροία, μυρίους ἀπώλεσας §781μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
可怜的特洛伊啊,为了一个女人和那令人憎恶的婚床,你毁灭了无数生灵。
§782ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς §783μητρὸς μογερᾶς, βαῖνε πατρῴων §784πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι §785πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
塔尔提比奥斯:来吧,孩子,松开对你痛苦母亲的深情拥抱,走向你祖先塔楼的最顶端,在那里,投票已决定让你献出生命。
§786λαμβάνετʼ αὐτόν.
抱走他吧。
τὰ δὲ τοιάδε χρὴ §787κηρυκεύειν, ὅστις ἄνοικτος §788καὶ ἀναιδείᾳ τῆς ἡμετέρας §789γνώμης μᾶλλον φίλος ἐστίν.
但这样的宣告应当由一个无情之人、一个比我们的心意更乐于无耻的人来宣布。
§790ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, §791συλώμεθα σὴν ψυχὴν ἀδίκως §792μήτηρ κἀγώ.
赫卡柏:哦,孩子,我那痛苦儿子的孩子,我们被无理地夺去了你的生命,你的母亲和我都是。
τί πάθω;
我该承受什么?
τί σʼ ἐγώ, §793δύσμορε, δράσω;
我能为你做什么,不幸的孩子?
τάδε σοι δίδομεν §794πλήγματα κρατὸς στέρνων τε κόπους· §795τῶνδε γὰρ ἄρχομεν.
我们只能给予你这些:捶打我们的头颅,捶击我们的胸膛;因为我们只能支配这些。
οἲ ʼγὼ πόλεως, §796οἴμοι δὲ σέθεν·
悲哉城邦,哀哉汝身!
τί γὰρ οὐκ ἔχομεν;
我们还有什么不曾拥有?
§797τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ §798χωρεῖν ὀλέθρου διὰ παντός;
我们还缺少什么,以至于不立刻走向彻底的毁灭?
§799μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, §800νάσου περικύμονος οἰκήσας ἕδραν §801τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας §802πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα, §803οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,
歌队:哺育蜜蜂的萨拉米斯之王特拉蒙啊,你居住在被波涛环绕的岛屿居所,那里靠近神圣的山丘,雅典娜曾在那里首次示人以灰绿橄榄的枝条,作那上天的桂冠与闪亮雅典的妆饰。
§804ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι- §805στεύων ἅμʼ Ἀλκμήνας γόνῳ §806Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν §807ἁμετέραν τὸ πάροιθεν· §809ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος §810πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν §811ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν §812καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, §814Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου §815πυρὸς φοίνικι πνοᾷ καθελὼν §816Τροίας ἐπόρθησε χθόνα.
你去了,你去了,与那手持弓箭的阿尔克墨涅之子并肩立功,去洗劫伊利翁,伊利翁,这昔日属于我们的城邦;当他因马匹之事而愤怒,率领希腊的菁英,在宽阔的西摩伊斯河畔停下海船,系紧船尾的缆绳,并从船中展现出他精准的手艺,给拉奥墨冬带来死亡;他又推倒了福玻斯依规矩筑成的精美石墙,用烈火的红色气息,蹂躏了特洛伊的土地。
§818δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ §819Δαρδανίας κατέλυσεν
两次凭借两次进军,他摧毁了达尔达尼亚周围的城墙。
§820μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, §821Λαομεδόντιε παῖ, §823Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν· §825ἁ δέ σε γειναμένα πυρὶ δαίεται· §826ἠιόνες δʼ ἅλιαι §829ἴακχον οἰωνὸς οἷ- §830ον τεκέων ὕπερ βοᾷ, §831ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας, §832ᾇ δὲ ματέρας γεραιάς.
那么,这一切竟是徒然,哦,手持金樽优雅漫步的拉奥墨冬之子啊,你执掌着斟满宙斯酒杯的职守,那是最美丽的侍奉;而生养你的土地却正在烈火中焚烧;那海滩哀鸣着,犹如飞鸟为雏鸟啼叫,有的哭诉丈夫,有的哭诉孩子,有的哭诉年迈的母亲。
§833τὰ δὲ σὰ δροσόεντα λουτρὰ §834γυμνασίων τε δρόμοι §835βεβᾶσι, σὺ δὲ πρόσωπα νεα- §836ρὰ χάρισι παρὰ Διὸς θρόνοις §837καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν §838Ἑλλὰς ὤλεσʼ αἰχμά.
你那沾满露水的浴场和竞技场的跑道都已逝去;而你,在宙斯的宝座旁,在明媚的宁静中,让年轻的面庞保持着优雅;但希腊的枪矛,却摧毁了普里阿摩斯的土地。
§840Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες §842οὐρανίδαισι μέλων, §844ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι §845κῆδος ἀναψάμενος.
爱神啊,爱神啊,你曾来到达尔达尼亚的宫殿,为上天的神明所喜爱,当时你通过与神明结亲,极大地提高了特洛伊的声威!
τὸ μὲν οὖν Διὸς §846οὐκέτʼ ὄνειδος ἐρῶ· §847τὸ τᾶς δὲ λευκοπτέρου §849φίλιον Ἁμέρας βροτοῖς §850φέγγος ὀλοὸν εἶδε γαῖαν, §851εἶδε περγάμων ὄλεθρον, §852τεκνοποιὸν ἔχουσα τᾶσδε §854γᾶς πόσιν ἐν θαλάμοις, §855ὃν ἀστέρων τέθριππος ἔλα- §856βε χρύσεος ὄχος ἀναρπάσας, §857ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν·
因此,关于宙斯的耻辱,我将不再提起;但那对凡人友好的、白翼黎明的光芒,却用毁灭的眼光看着这片土地,看着城堡的毁灭,尽管她曾在闺房中拥抱这片土地上育有子嗣的丈夫,他被闪耀群星的黄金四马战车夺走并带去天空,曾是祖国极大的希望。
τὰ θεῶν δὲ §858φίλτρα φροῦδα Τροίᾳ.
然而,神明对特洛伊的眷爱已经逝去。
§860ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, §861ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι §862Ἑλένην·
墨涅拉俄斯:哦,这阳光美丽夺目的光辉啊,我将在这光芒中亲手捉住我的妻子海伦!
ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ §863Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
因为我就是那历经艰辛的墨涅拉俄斯,阿开亚军队也是如此。
§864ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με §865γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν §866δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
我来到特洛伊,并非如人们所想的那样,仅仅是为了一个女人,而是为了讨伐那个背叛款待、从我家中掠走我妻子的骗子。
§867κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην §868αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.
靠着神明的力量,那个人已经得到了惩罚,他本人和那在希腊枪矛下覆灭的土地都是如此。
§869ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως §870ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω — §871ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς §872κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
我来此是要带走那个不幸的女人——因为提及那个曾是我妻子之人的名字,并不能令我快乐——;她正与其余特洛伊妇女一起,被关在这战俘的居所里。
§873οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
那些用枪矛辛劳地夺得她的士兵们……

词汇与语法注释

  1. §788ἀναιδείᾳ τῆς ἡμετέρας γνώμης μᾶλλον φίλος — 属格 τῆς ἡμετέρας γνώμης 作为比较属格,由比较级副词 μᾶλλον 支配(“多于我们的心意/同情”),而与格 ἀναιδείᾳ 则修饰形容词 φίλος(“对无耻友好的”)。整句结构意为:“一个相比于我们的同情心,更亲近于无耻的人”。
  2. §797μὴ οὐ — 双重否定结构 μὴ οὐ 加上不定式(χωρεῖν),紧跟在表示缺少或否定的动词(ἐνδέομεν)后面。它表达了强烈的反问语气:“我们还缺少什么,以至于不走向彻底的毁灭呢?”暗示已经毫无保留地完全走向毁灭。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §762-873. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:762-873

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。