Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §201-307

塔尔提比奥斯宣布战俘分配结果

第 3 段,共 14 段 · 希腊语

内容简介

当赫卡柏和特洛伊妇女们哀叹并预测她们未来的囚禁之地时,传令官塔尔提比奥斯到来,透露了卡珊德拉、波吕克塞娜、安德洛玛刻以及赫卡柏本人的抽签结果。波吕克塞娜的死讯被委婉地揭示,随后帐篷里燃起火光,预示着狂乱的卡珊德拉即将登场。

§201νέατον τεκέων σώματα λεύσσω,
我最后一次看着孩子们的身躯,最后一次。
§202νέατον §202aμόχθους ἕξω κρείσσους, §203ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων §204ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.
我将承受更重大的苦难,或是委身于希腊人的床榻—— “让那夜晚与命运毁灭吧!
ʼ §205ἢ Πειρήνας ὑδρευσομένα §206πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
”—— 或是去汲取皮瑞涅泉水,成为那圣水旁可怜的女仆。
§207τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν §208Θησέως εὐδαίμονα χώραν.
但愿我们能去往那著名的、忒修斯那幸福的国度。
§210μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα, §211τὰν ἐχθίσταν θεράπναν Ἑλένας, §212ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα, §213τῷ τᾶς Τροίας πορθητᾷ.
但愿千万不要去往欧罗塔斯河的漩涡,那个海伦最令人憎恶的住所,在那里我将作为女奴遇见墨涅拉俄斯,那个特洛伊的毁灭者。
§214τὰν Πηνειοῦ σεμνὰν χώραν, §215κρηπῖδʼ Οὐλύμπου καλλίσταν, §216ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ §217εὐθαλεῖ τʼ εὐκαρπείᾳ· §218τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν §219Θησέως ζαθέαν ἐλθεῖν χώραν.
佩涅俄斯河那神圣的土地,奥林波斯山那最美丽的基石,我曾听闻传说那里富庶繁华,并且土地肥沃、五谷丰登;这一处是我的第二选择,仅次于那神圣的、忒修斯那神圣的国度。
§220καὶ τὰν Αἰτναίαν Ἡφαίστου §221Φοινίκας ἀντήρη χώραν, §222Σικελῶν ὀρέων ματέρʼ, ἀκούω §223καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
还有那与腓尼基相对的、赫菲斯托斯的埃特纳土地,那西西里山脉之母,我听说正因其卓越的荣耀而被授以冠冕。
§224τάν τʼ ἀγχιστεύουσαν γᾶν §225Ἰονίῳ ναύται πόντῳ, §226ἃν ὑγραίνει καλλιστεύων §227ὁ ξανθὰν χαίταν πυρσαίνων §228Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων §229εὔανδρόν τʼ ὀλβίζων γᾶν.
还有那邻近伊奥尼亚海的土地,那里被最美丽的河水所滋润,那将金发染成红亮,克拉蒂斯河用它神圣的源泉滋养着,并使那英豪辈出的土地富饶。
§230καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς §231κῆρυξ, νεοχμῶν μύθων ταμίας, §232στείχει ταχύπουν ἴχνος ἐξανύων.
看啊,来自达奈人军队的传令官,带着新鲜的消息,正急步走来。
§233τί φέρει;
他带来了什么?
τί λέγει;
他要说什么?
δοῦλαι γὰρ δὴ §234Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
因为我们确实已经是多里斯土地的奴隶了。
§235Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς §236ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ, §237ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι, §238Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
赫卡柏,你深知我作为阿开亚军队的传令官,曾多次往返于特洛伊,妇人,你从前便认得我,我,塔尔提比奥斯,来此传达新的消息。
§239αἰαῖ, τόδε §239aτόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
哀哉,这,这,亲爱的特洛伊妇女们,从前我们一直害怕的事。
§240ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
如果这就是你们所害怕的,那么抽签已经决定了。
§241αἰαῖ, τίνʼ ἢ §241aΘεσσαλίας πόλιν ἢ §242Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
哀哉,是哪一座色萨利的城邦,或者是弗提亚,还是卡德摩斯的土地?
§243κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
你们每个人都被分给不同的人,并不在一起。
§244τίνʼ ἄρα τίς ἔλαχε;
那么谁抽中了谁?
τίνα πότμος εὐτυχὴς §245Ἰλιάδων μένει;
怎样的幸运命运在等待着伊利翁的女儿们?
§246οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
我知道;但请逐一询问,不要一次问完。
§247τοὐμὸν τίς ἆρʼ §248ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
那么,谁抽中了我的孩子,请告诉我,那可怜的卡珊德拉?
§249ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
阿伽门农国王将她选为特别的战利品。
§250ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ §251δούλαν;
莫非是给那拉刻代蒙的新娘做女奴吗?
ἰώ μοί μοι.
呜呼,哀哉!
§252οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
不,而是作为他床榻的私密新娘。
§253ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ §254χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
难道是福玻斯的处女,那金发的男神曾赐予她终生不嫁之特权的那个姑娘?
§255ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
对那神灵附体的少女的爱欲射中了他。
§256ῥῖπτε, τέκνον, ζαθέους κλῇ- §257δας καὶ ἀπὸ χροὸς ἐνδυ- §258τῶν στεφέων ἱεροὺς στολμούς.
扔掉吧,孩子,那神圣的钥匙,并从身上脱去那些佩戴着的祭冠饰带。
§259οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
难道对她而言,能配上国王的床榻不是一件大事吗?
§260τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
那近来从我这里夺走的孩子,我的孩子在哪里?
§262Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
你指的是波吕克塞娜,还是在问谁?
§263ταύταν· τῷ πάλος ἔζευξεν;
就是她;抽签把她配给了谁?
§264τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
她已被指派去侍奉阿喀琉斯的陵墓。
§265ὤμοι ἐγώ·
哀哉!
τάφῳ πρόσπολον ἐτεκόμαν.
我竟生下了一个侍奉坟墓的仆人。
§266ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί §267θέσμιον, ὦ φίλος, Ἑλλάνων;
然而,朋友,这是希腊人的何种习俗或何种法律?
§268εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
为你的女儿感到高兴吧;她好得很。
§269τί τόδʼ ἔλακες;
你说这话是什么意思?
ἆρά μοι ἀέλιον λεύσσει;
她还为我看着太阳的光芒吗?
§270ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
命运已经带走了她,因而她得以解脱痛苦。
§271τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, §272Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
那麼,那手持青铜武器的赫克托耳之妻,可怜的安德洛玛刻,她有着怎样的命运?
§273καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
她也被阿喀琉斯的儿子选为特别的战利品。
§274ἐγὼ δὲ τῷ §275πρόσπολος ἁ τριτοβάμονος χερὶ §276δευομένα βάκτρου γεραιῷ κάρᾳ;
那么,我又是谁的仆人,我这需要借着三足之拐杖的手、以衰老之躯前行的人?
§277Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
伊萨卡国王奥德修斯抽中了你作为他的女奴。
§278ἒ ἔ.
呜呼,哀哉。
§279ἄρασσε κρᾶτα κούριμον, §280ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
击打这被剃光的头颅,用指甲抓破双颊。
§281ἰώ μοί μοι.
呜呼,哀哉!
§282μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, §283πολεμίῳ δίκας, παρανόμῳ δάκει, §285ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ §286ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ §287φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
我竟被抽中去伺候一个卑鄙狡诈之徒,正义之敌,无法无天的恶兽,他把那里的一切颠倒到这里,又把相反的一切用两面派的舌头再次颠倒到那里,将从前友好的一切变为所有人所痛恨的。
§288γοᾶσθʼ, ὦ Τρῳάδες, με.
哀悼我吧,特洛伊的妇女们。
§289βέβακα δύσποτμος. ἁ
我已走入绝境,命运多舛。
§290τάλαινα, δυστυχεστάτῳ §291προσέπεσον κλήρῳ.
悲惨的我,抽中了最不幸的签。
§292τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας §293τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
女主啊,你已知道自己的命运;但我的命运,阿开亚人中又是谁,或者希腊人中是谁掌握着呢?
§294ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν §295ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ §296ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας §297καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
去吧,奴仆们,必须尽快把卡珊德拉带到这里,以便我将她交到统帅手中,然后我再把其他被分配的俘虏妇女带去给其他人。
§298ἔα·
呀!
τί πεύκης ἔνδον αἴθεται σέλας;
这帐篷里燃着的松明之光是怎么回事?
§299πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
特洛伊妇女们是在焚烧内室吗? 或者她们在做什么?
§300ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς §301πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα §302θανεῖν θέλουσαι;
因为她们即将被带离这片土地、带往阿耳戈斯,她们难道是在自焚,一心求死?
κάρτα τοι τοὐλεύθερον §303ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
在这些事上,自由的灵魂确实极难忍受这般的灾难。
§304ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον §305ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.
开门,快开门! 免得对她们合适的事情,却为阿开亚人所痛恨,从而归罪于我。
§306οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ §307μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
并非如此,她们没有放火,而是我的孩子,那狂乱的卡珊德拉正急急向这里奔跑而来。

词汇与语法注释

  1. 203πλαθεῖσʼ — πλαθεῖσʼ(πελάζω的被动不定过去时分词)与第205行的 ὑδρευσομένα(将来时分词)均为单数主格阴性,与第202a行 ἕξω 的主语(赫卡柏)一致。它们呈并列关系,表示不同的假定处境(“或是被迫委身于……或是去汲取……”)。
  2. 210μὴ γὰρ δὴ — 承接第207行的愿望希求法 εἴθʼ ἔλθοιμεν(但愿我们能去往……),此处带有否定词 μὴ,表示强烈的排斥愿望(“但愿千万不要[去往]……”),省略了表示运动的动词。
  3. 268ἔχει καλῶς. — 塔尔提比奥斯使用的委婉说法(“她很好”或“一切都好”),以避免直接说出波吕克塞娜已在阿喀琉斯墓前被献祭的事实,这引发了赫卡柏在第269行中焦急的追问。
  4. 304μὴ τὸ ταῖσδε πρόσφορον — 虚词 μὴ 引导表示担忧或防范的虚拟语气动词 βάλῃ。主语是整个名词化短语 τὸ ταῖσδε πρόσφορον ἐχθρὸν δʼ Ἀχαιοῖς(“对她们有利但对阿开亚人不利的事”)。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §201-307. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:201-307

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。