§308Ἄνεχε· πάρεχε.
举起来,递过来!
§308aφῶς φέρʼ, ὤ·
带来光芒,噢!
σέβω· φλέγω — ἰδού, ἰδού — §309λαμπάσι τόδʼ ἱερόν.
我崇敬,我点燃——看啊,看啊—— 用松明照亮这圣所。
§310ὦ Ὑμέναιʼ ἄναξ·
噢,婚礼之神许墨奈俄斯王!
祝福新郎,也祝福我,在阿耳戈斯嫁入王室床榻。
§314Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
许墨,噢,婚礼之神许墨奈俄斯王!
§315ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ §316γόοισι τὸν θανόντα πατέρα πατρίδα τε §317φίλαν καταστένουσʼ ἔχεις, §319ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς §320ἀναφλέγω πυρὸς φῶς §321ἐς αὐγάν, ἐς αἴγλαν,
母亲,既然你正用泪水与哀恸,为亡父和亲爱的祖国悲伤哭泣,而我,为了我自己的婚礼,点燃火光,使其发出耀眼的光芒,灿烂的辉煌。
§322διδοῦσʼ, ὦ Ὑμέναιε, σοί, §323διδοῦσʼ, ὦ Ἑκάτα, φάος, §324παρθένων ἐπὶ λέκτροις §324aᾇ νόμος ἔχει.
许墨奈俄斯啊,我将它献给你,赫卡忒啊,我将这光芒献给你,照亮处女的婚礼床榻,正如习俗所规定。
§325πάλλε πόδα.
踏起舞步!
§326αἰθέριον ἄναγε χορόν·
领起通天的舞蹈!
εὐἅν, εὐοἵ·
埃万,埃喔伊!
ὁ χορὸς ὅσιος.
这舞蹈是神圣的。
来吧,福玻斯,现在由你引导;在月桂树簇拥的你的神殿里,我献祭起舞,许墨,噢,许墨奈俄斯,许墨!
§332χόρευε, μᾶτερ, ἀναγέλασον·
跳舞吧,母亲,放声欢笑!
§338ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν §339κόραι, μέλπετʼ ἐμῶν γάμων §340τὸν πεπρωμένον εὐνᾷ §340aπόσιν ἐμέθεν.
去吧,身披美衣的弗里吉亚少女们,为我的婚礼歌唱,歌唱命运注定要与我共枕的丈夫。
§341βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
王后,你不阻止你这狂乱的女儿吗?
§342μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
免得她轻快地跑向阿耳戈斯人的军营。
§343Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, §344ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα §345ἔξω τε μεγάλων ἐλπίδων.
赫菲斯托斯啊,你虽在凡人的婚礼中高举火炬,却在这远离伟大希望的地方,点燃了这痛苦的火焰。
§345aοἴμοι, τέκνον, §346ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς §347γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
哀哉,我的孩子,我怎么也想不到,你竟然要以这种方式出嫁,不是通过阿耳戈斯人的长矛与剑。
§348παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς §349μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον, §350ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
把火光交给我;你拿松明的方式不对,你在狂乱中奔走,我的孩子,现在的遭遇也没能让你清醒,你依然处于同样的状态。
搬进松明吧,特洛伊的妇女们,用你们的眼泪,来代替这孩子的婚礼之歌。
母亲,为我那得胜的头颅戴上花冠,为我的王室婚礼而高兴吧。
§355καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ, §356ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας, §357Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον §358ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
催我走吧,即使我心中并不情愿,也要用力推我;因为如果洛克西阿斯真的存在,阿开亚人声名显赫的阿伽门农国王娶了我,将会迎来比娶海伦更灾难性的婚礼。
因为我会杀了他,并彻底毁灭他的家族,为我的兄弟们和我的父亲复仇。
§361ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν, §362ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων· §363μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι §364θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
但有些事我会略去不提:我们不唱那把斧子,那砍向我的和别人的脖颈的利刃,也不唱我的婚礼所带来的弑母的斗争,以及阿特柔斯家族的覆灭。
§365πόλιν δὲ δείξω τήνδε μακαριωτέραν §366ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως §367τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων· §368οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, §369θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
而我将证明,这座城市比亚开亚人还要幸福得多;我虽神灵附体,但尽管如此,我会在这种狂乱之外稍微保持清醒:他们为了一个女人、一个阿佛洛狄忒,追逐海伦,导致无数人丧生。
§370ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ §371τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν §372τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, §373καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
而那位贤明的统帅,为了最可恨的人,失去了最亲爱的人,将家庭的欢乐—— 他的孩子,为了一个女人的缘故交给了他的兄弟,况且她还是自愿离去、并非被强行掳走的。
§374ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους, §375ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι §376οὐδʼ ὑψίπυργον πατρίδʼ·
当他们来到斯卡曼德洛斯河岸时,他们死去了,尽管他们没有失去国土的边境,也没有失去高塔耸立的祖国。
οὓς δʼ Ἄρης ἕλοι, §377οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν §378πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ §379κεῖνται.
而那些被战神带走的人,无法见到孩子,也没有在妻子的手中裹上寿衣,而是躺在异国的土地上。
τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο· §380χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις §381ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις §382ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
而他们家乡的情况也是如此:妻子在孤独中死去,老人们在空旷的房屋里,为别人抚养了孩子;在他们的墓前,没有任何人会向大地献血祭奠。
§383ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον.
这样的赞美确实配得上这支军队!
—— 耻辱的事最好保持沉默,愿缪斯不要成为歌颂灾祸的歌者。
οὓς δʼ ἕλοι δόρυ, §388νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο §389ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, §390χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
那些被长枪夺去生命的人,遗体被朋友运回故里,在祖国的土地中入土为安,由该由他们经手的人亲自妥善包裹。
§391ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, §392ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις §393ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
而未在战斗中死去的弗里吉亚人,每天都与妻子和孩子们一同生活,而这些欢乐是阿开亚人所没有的。
§394τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει· §395δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, §396καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται· §397εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
至于赫克托耳那悲惨的命运,听听是怎样的:他以最优秀男子的名望死去,而这正是阿开亚人的到来所促成的;因为如果他们留在家里,他的卓越才干将不为人知。
帕里斯娶了宙斯的女儿;但若他没有娶,他的联姻将在家中默默无闻。