Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §85-200

赫卡柏与特洛伊被俘妇女的哀歌

第 2 段,共 14 段 · 希腊语

内容简介

雅典娜与波塞冬商定报复希腊军的计划并离去后,陷入绝望的赫卡柏自地上站起,同被俘的特洛伊妇女们一起哀悼她们悲惨的命运与即将到来的奴隶生涯。

§85ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν §86εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.
好让阿开亚人今后敬畏我的神殿懂得,并尊崇其他神明。
§87ἔσται τάδʼ·
事情将会如此。
ἡ χάρις γὰρ οὐ μακρῶν λόγων §88δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
因为这番恩情并不需要长篇大论;我将搅动爱琴海的盐渍深渊。
§89ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες §90Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι §91πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.
米科诺斯的海岸、提洛岛的礁石、斯基罗斯、雷姆诺斯,以及卡菲柔斯的岬角,都将留存无数死者的尸骨。
§92ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς §93λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, §94ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.
那么,速去奥林波斯,从你父亲的手中接过雷霆之火,静候时机,当阿耳戈斯人的军队解开缆绳之时。
§95μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, §96ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων, §97ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
凡人之中,凡是劫掠城邦、神殿和坟墓——死者的圣所—— 毁于荒凉之人,他日后自身亦必遭毁灭。
§98ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· §99ἐπάειρε δέρην· οὐκέτι Τροία §100τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
起来吧,不幸的人,把头从地上抬起;挺起颈项;这已不再是特洛伊,我们也不是特洛伊的统治者。
§101μεταβαλλομένου δαίμονος ἀνέχου.
忍受这转变的命运吧。
§102πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, §103μηδὲ προσίστω πρῷραν βιότου §104πρὸς κῦμα πλέουσα τύχαισιν.
顺着潮流航行,顺着命运航行,莫要将生命的船头指向逆境的波涛,在起伏的际遇中航行。
§105αἰαῖ αἰαῖ.
哀哉,痛哉!
§106τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
我这悲惨之人,怎能不发出哀叹?
§107ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
我的祖国已逝,孩子与丈夫皆亡。
§108ὦ πολὺς ὄγκος συστελλόμενος §109προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
噢,先辈们那堆积如山的荣耀如今尽皆委顿,原来竟是虚无。
§110τί με χρὴ σιγᾶν;
我为何该沉默?
τί δὲ μὴ σιγᾶν;
我又为何不该沉默?
§112δύστηνος ἐγὼ τῆς βαρυδαίμονος §113ἄρθρων κλίσεως, ὡς διάκειμαι, §114νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
可怜的我,因这多舛的命运四肢委地,我是如何地承受,在坚硬的地上展平背脊。
§115οἴμοι κεφαλῆς, οἴμοι κροτάφων §116πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι §117καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ §118εἰς ἀμφοτέρους τοίχους, μελέων §119ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
哀哉我的头颅,痛哉我的太阳穴与肋胁! 我是多么渴望转动辗转我的脊背与脊椎,向两侧翻转,将肢体寄托于那绵绵无绝的泪水哀歌。
§120μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις §121ἄτας κελαδεῖν ἀχορεύτους.
而对于不幸之人,这便是他们的缪斯—— 歌唱那没有舞蹈伴随的灾殃。
§122πρῷραι ναῶν, ὠκείαις §123Ἴλιον ἱερὰν αἳ κώπαις §124διʼ ἅλα πορφυροειδέα καὶ §125λιμένας Ἑλλάδος εὐόρμους §126αὐλῶν παιᾶνι στυγνῷ §127συρίγγων τʼ εὐφθόγγων φωνᾷ §128βαίνουσαι πλεκτὰν Αἰγύπτου §129παιδείαν ἐξηρτήσασθʼ, §130αἰαῖ, Τροίας ἐν κόλποις §131τὰν Μενελάου μετανισόμεναι §132στυγνὰν ἄλοχον, Κάστορι λώβαν §133τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,
船只的舳先啊,你们以迅捷的桨橹,向着神圣的伊利翁,穿过紫红色的海洋,并从希腊那易于停泊的港口,伴着芦笛令人憎恶的凯歌以及排箫清脆鸣响的乐声,紧紧系上了那用埃及编织的缆绳,哀哉,在特洛伊的港湾里,追逐着那墨涅拉俄斯的恶妇,她给卡斯托耳带来耻辱,给埃夫罗塔斯河带来恶名。
§134ἃ σφάζει μὲν §135τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων §136Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν §137ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
是她杀害了那繁衍了五十个子女的普里阿摩斯,亦将可怜的我——赫卡柏,推向了这般毁灭的绝境。
§138ὤμοι, θάκους οἵους θάσσω, §139σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
噫,我正坐在怎样的座位上,守候在阿伽门农的帐篷旁。
§140δούλα δʼ ἄγομαι §141γραῦς ἐξ οἴκων πενθήρη §142κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
我被作为女奴带走,一个从家中走出的、满怀悲悼的老妇,头颅被悲惨地剃光。
§143ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων §144ἄλοχοι μέλεαι, §144aκαὶ κοῦραι κοῦραι δύσνυμφοι, §145τύφεται Ἴλιον, αἰάζωμεν.
然而,噢,手持青铜枪矛的特洛伊人的悲惨的遗孀们,以及那些婚事不幸的少女们,伊利翁正在燃烧,让我们一同哀哭。
§146μάτηρ δʼ ὡσεί τις πτανοῖς §147ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ §148κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν §149οἵαν ποτὲ δὴ §150σκήπτρῳ Πριάμου διερειδομένα §151ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους §152εὐκόμποις ἐξῆρχον θεούς.
犹如一只母鸟守护着它长有羽翼的雏鸟一般,我将领唱哀嚎与歌声,这已不再是昔日那种歌谣,倚靠着普里阿摩斯的权杖,以领舞的双足击打着节拍,向着弗里吉亚的诸神唱出豪迈赞歌的岁月。
§153Ἑκάβη, τί θροεῖς;
赫卡柏,你在呼喊什么?
τί δὲ θωΰσσεις;
又为何大声惊叫?
§154ποῖ λόγος ἥκει;
你的言语意欲何为?
διὰ γὰρ μελάθρων §155ἄιον οἴκτους οὓς οἰκτίζῃ.
因为透过这些帐幕,我已听见了你那哀婉的啼哭。
§156διὰ δὲ στέρνων φόβος ἄισσεν §157Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω §158δουλείαν αἰάζουσιν.
恐惧掠过了胸膛,让那些在居所内部为自己的奴隶命运而哀号的特洛伊妇女惊骇。
§159ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη §160κινεῖται κωπήρης χείρ;
噢,孩子们,阿开亚人的船只那里,难道已经动用了操桨之手吗?
§161οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη
呜呼,他们意欲何为?
§162ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
难道真的要立刻用船将我从祖国的土地上运走吗?
§163οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.
我不知道,但我预感到了灾祸。
§164ἰὼ ἰώ.
呜呼,哀哉!
§165μέλεαι μόχθων ἐπακουσόμεναι §166Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων· §167στέλλουσʼ Ἀργεῖοι νόστον.
悲惨的特洛伊妇女啊,你们即将听到苦难,快走出这些居所吧;阿开亚人正在整装踏上归途。
§168αἶ, αἶ.
噫,噫!
§169μή νύν μοι τὰν §170ἐκβακχεύουσαν Κασάνδραν, §172αἰσχύναν Ἀργείοισιν, §171πέμψητʼ ἔξω, §173μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.
请千万不要把那陷入狂乱的卡珊德拉,那给阿开亚人带来耻辱的女子,送到外面来,那个狂女,免得我痛上加痛。
§173aἰώ.
呜呼!
§174Τροία Τροία δύστανʼ, ἔρρεις, §174aδύστανοι δʼ οἵ σʼ ἐκλείποντες §175καὶ ζῶντες καὶ δμαθέντες.
不幸的特洛伊,你灭亡了,而那些离开你的人也是不幸的,无论是活着的,还是已死去的。
§176οἴμοι.
哀哉!
τρομερὰ σκηνὰς ἔλιπον §177τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα, §178βασίλεια, σέθεν· μή με κτείνειν §179δόξʼ Ἀργείων κεῖται μελέαν;
我颤抖着离开这阿伽门农的帐篷,前来倾听,王后啊,听取您的教诲;难道阿开亚人杀害可怜我的决定已经定下了吗?
§180ἢ κατὰ πρύμνας ἤδη ναῦται §181στέλλονται κινεῖν κώπας;
还是说,水手们已经在船尾准备摇动桨橹了?
§182ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.
噢,孩子,在清晨唤醒你的心魂吧。
§183ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ.
我因惊恐万分而来到此处。
§184ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
达奈人(希腊人)的使者是否已经到来?
§185τῷ πρόσκειμαι δούλα τλάμων;
我这悲惨的女奴,将被分配给谁?
§186ἐγγύς που κεῖσαι κλήρου.
你大概离抽签的结果不远了。
§187ἰὼ ἰώ.
呜呼,哀哉!
§187aτίς μʼ Ἀργείων ἢ Φθιωτᾶν §188ἢ νησαίαν μʼ ἄξει χώραν §189δύστανον πόρσω Τροίας;
究竟是阿耳戈斯人,还是弗提亚人,亦或是哪座岛屿之地,会将我这不幸的人,带到远离特洛伊的地方?
§190φεῦ φεῦ. §190aτῷ δʼ ἁ τλάμων
噫,噫!
§191ποῦ πᾷ γαίας δουλεύσω γραῦς, §192ὡς κηφήν, ἁ δειλαία, §192aνεκροῦ μορφά, §193νεκύων ἀμενηνὸν ἄγαλμα, §194αἰαῖ §194aτὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ §195ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας
我这可怜的老妇,又将在世上的何处、怎样地服役,如同一只雄蜂,凄凉地,带着一具死尸般的躯壳,化作死者微弱的幻影,呜呼,守在门前充当看门人,或是充当孩童的乳母?
§196ἀρχαγοὺς εἶχον τιμάς;
我曾在特洛伊享有至高无上的王室尊荣。
§197αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις
哀哉,痛哉!
§198τὰν σὰν λύμαν ἐξαιάζεις;
你正以何等哀婉的啼哭,痛悼自己所受的凌辱?
§199οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα §200δινεύουσʼ ἐξαλλάξω.
我再也不能在伊达山的织机旁,穿梭往复,织就经纬。

词汇与语法注释

  1. 85ὡς ἂν ... εἰδῶσʼ — ὡς 连同 ἂν 加上虚拟语气(εἰδῶσʼ)引导目的从句。虽然这在雅典散文中较罕见,但在悲剧诗歌中经常出现,为目的的达成带有一丝条件色彩(“以便他们能够以此懂得”)。
  2. 110τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; — 这是非人称动词 χρή 与不定式(σιγᾶν)连用的疑问句。在第二个疑问分句中使用了否定词 μή,这是因为它表达的是关于应当做或不应当做什么的审议性疑问(deliberative),而非陈述事实。
  3. 121ἄτας κελαδεῖν ἀχορεύτους — 形容词 ἀχορεύτους(“无歌舞伴随的”、“不吉的”)修饰复数宾格名词 ἄτας(“灾难”),该名词是不定式 κελαδεῖν(“歌唱”)的宾语。在悲剧诗歌中,“非合唱的(ἀχόρευτος)”这一形容词常用于形容悲惨而缺乏欢乐的事件,与通常伴有歌舞的喜庆神事形成对比。
  4. 135τὸ τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων — 此句与 §136 中的 Πρίαμον 构成同格。名词 ἀροτήρ(“耕作者”、“播种者”)原本是农业用语,在此被隐喻为繁衍了50个子女的“生育者”或“父亲”。
  5. 154ποῖ λόγος ἥκει; — 直译为“言语到达了何处?”,在此习惯性地表示“你的呼喊意味着什么?”或“发生了什么事?”。这里使用了表示方向的副词 ποῖ(“向何处”),将呼喊在空间上的传播与事态的发展融为一体。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §85-200. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:85-200

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。