Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §1147-1232

安葬阿斯提阿那克斯的准备与赫卡柏的哀歌

第 13 段,共 14 段 · 希腊语

内容简介

在塔尔提比奥斯前去掘墓之际,赫卡柏将阿斯提阿那克斯的尸体安放在赫克托耳的盾牌上,谴责希腊人的残酷,深切哀悼孩子短暂的一生,并用现有的衣物和花冠为他进行殓葬准备。

§1147ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, §1148γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
塔尔提比奥斯:那么,当我们为您装殓好尸体,为他覆盖上泥土之后,我们便会启航。
§1149σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
您要尽快着手办理受托的事宜。
§1150ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω· §1151Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς §1152ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
事实上,我已经为您免去了一项劳苦;因为在渡过斯卡曼德洛斯的溪流时,我已经清洗了尸体,并洗净了伤口。
§1153ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον, §1154ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ §1155ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.
接下来,我要去为他掘好坟墓,好让我们双方的事务尽快合而为一,使归途的桨尽早启航。
§1156θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ, §1157λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
赫卡柏:把赫克托耳那圆形的盾牌放在地上吧,这是一幅令人痛心、我不忍卒睹的画面。
§1158ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, §1159τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον §1160καινὸν διειργάσασθε;
噢,那些虚张声势、武力重于理智的人啊,阿开亚人啊,你们究竟害怕这孩子什么,竟犯下如此新奇的杀戮?
μὴ Τροίαν ποτὲ §1161πεσοῦσαν ὀρθώσειεν;
难道是怕他有朝一日重建倾覆的特洛伊吗?
οὐδὲν ἦτʼ ἄρα, §1162ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ §1163διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός, §1164πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων §1165βρέφος τοσόνδʼ ἐδείσατʼ·
那么,你们过去真是一无是处,当赫克托耳在战场上所向披靡、还有成千上万的其他军队时,我们尚且走向毁灭,而今城池已破,弗里吉亚人已亡,你们竟然害怕这么一个婴孩!
οὐκ αἰνῶ φόβον, §1166ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
对于这种不假思索、不经理智衡量便产生的恐惧,我绝不赞许。
§1167ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
噢,最亲爱的孩子,你的死来得何其不幸。
§1168εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν §1169γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, §1170μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον· §1171νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, §1172οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
因为如果你是为了城邦而死,在享受到青春、婚礼以及如同神明般的王位之后,如果这些事物中有任何可以说是幸福的,你本该是幸福的;但如今,我的孩子,你虽然亲眼见过并用心感受过这些,却未能真正体验,在宫殿中也未曾享用过任何一样。
§1173δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως §1174τείχη πατρῷα, Λοξίου πυργώματα,
可怜的孩子,你父祖的城墙、洛克西阿斯的塔楼,竟将你的头颅砸得如此惨不忍睹。
§1175ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον §1176φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ §1177ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.
你的母亲曾多次精心打理那卷发,并献上亲吻;而今,在碎骨之间,鲜血正汩汩流出——恕我不愿说出那不堪的惨状。
§1178ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς §1179κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
噢,这双手,曾有着像父亲般可爱的轮廓,现在却关节断开,瘫软地呈现在我面前。
§1180ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, §1181ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους, §1182Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων §1183πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων §1184κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
噢,那曾吐露过无数大言不惭之语的亲爱的小嘴,你死了,你欺骗了我,当你扑倒在我的衣襟上时,曾说道:‘妈妈,’你喊着,‘我一定会为你剪下我丰茂的卷发,并且在你的坟墓前,我会带领同龄的伙伴们载歌载舞,向你致以亲切的问候。
§1185σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον, §1186γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
’ 然而如今,却不是你安葬我,而是我来安葬你这个更年轻的生命,我,一个失去城邦、失去孩子的孤苦老妇,安葬着这具悲惨的尸体。
§1187οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ §1188ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι.
唉,那些无数的拥抱,我的抚育,还有那些安眠,都已离我而去。
τί καί ποτε §1189γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
究竟有什么诗人会在你的墓碑上刻下这样的诗句呢?
§1190Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε §1191δείσαντες;
‘这个孩子,阿耳戈斯人曾经因为害怕他而杀害了他’?
— αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
——这铭文对于希腊而言,实在是莫大的耻辱。
§1192ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως §1193ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
可是,虽然你未能继承你父亲的遗产,你却仍将拥有这面铜背柳木盾作为你的归宿。
§1194ὦ καλλίπηχυν Ἕκτορος βραχίονα §1195σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
噢,这曾守护过赫克托耳美丽手臂的盾牌,你已经失去了你最优秀的守护者。
§1196ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος §1197ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, §1198ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων §1199ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
在你的握柄上,留下的印记是多么令人怜爱,在那圆形的边缘,还留着汗水,那是赫克托耳在无数次辛劳中,将你紧贴下颌时从额头上滴落的。
§1200φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ §1201ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας §1202δαίμων δίδωσιν·
拿来吧,从现有的东西中,为这可怜的死者带来装殓之物;因为神明并没有赋予我们奢侈华丽的境遇。
ὧν δʼ ἔχω, λήψῃ τάδε.
但在我所有的东西中,你将接受这些。
§1203θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν §1204βέβαια χαίρει·
在凡人中,那自以为过得顺遂便觉得命运稳固而沾沾自喜的人是愚蠢的。
τοῖς τρόποις γὰρ αἱ τύχαι, §1205ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε §1206πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
因为命运就像一个疯子,一会儿跳向这里,一会儿跳向那里,从来没有人能独自永远幸福。
§1207καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων §1208Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
歌队:看啊,她们正从特洛伊的战利品中拿来现成的装殓衣物,要给死者穿戴。
§1209ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε §1210οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους §1211τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, §1212μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα §1213τῶν σῶν ποτʼ ὄντων·
赫卡柏:孩子啊,并不是因为你在赛马上赢得了胜利,也不是因为在弗里吉亚人所推崇的射箭习俗中胜过同辈——不是为了满足虚荣的追求—— 你的祖母才把这些曾属于你的装饰品献给你。
νῦν δέ σʼ ἡ θεοστυγὴς §1214ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν §1215ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
但现在,那神所憎恶的海伦夺走了你的一切,并且夺去了你的生命,彻底毁灭了你的整个家族。
§1216ἒ ἔ, φρενῶν
歌队:啊,啊!
§1217ἔθιγες ἔθιγες·
你触动了,你触动了我们的心!
ὦ μέγας ἐμοί ποτʼ ἂν §1217aἀνάκτωρ πόλεως.
噢,对于我,你曾有朝一日成为这城邦伟大的统治者。
§1218ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ §1219Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην, §1220Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός.
赫卡柏:那些你本该在婚礼上,娶了亚洲最高贵的女子,穿戴在身上的弗里吉亚华丽衣裳,我现在穿在你这温热已逝的躯体上。
§1221σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων §1222μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος, §1223στεφανοῦ·
还有你,这面曾经辉煌获胜、作为无数战利品之母的、赫克托耳亲爱的盾牌啊,戴上花冠吧。
θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ· §1224ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ §1225κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
因为你虽然与死者一同入土,却不会真正死去;因为比起那狡黠而邪恶的奥德修斯的武器,你更配得到崇高的敬意。
§1226αἰαῖ αἰαῖ·
歌队:呜呼,哀哉!
πικρὸν ὄδυρμα
痛苦的哀歌。
§1228γαῖά σʼ ὦ τέκνον δέξεται.
大地啊,孩子,它将接纳你。
§1229στέναζε, μᾶτερ,
哭泣吧,母亲。
§1229bαἰαῖ.
赫卡柏:呜呼。
§1230νεκρῶν ἴακχον.
歌队:为死者唱起哀歌。
§1230bοἴμοι.
赫卡柏:痛哉!
§1231οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
歌队:痛哉,因你那令人难忘的灾祸。
§1232τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,
赫卡柏:我会用绷带为你包扎,治愈你的一部分伤口,

词汇与语法注释

  1. 1148ἀροῦμεν δόρυ — 字面意思是“我们将举起矛”,这是一个成语,意为“我们将出发”或“启航”。它与前面的条件从句“当你为他覆盖上泥土之后”相呼应,指葬礼一结束希腊舰队就将立即启航。
  2. 1150ἀπαλλάξας ἔχω — 这是不定过去时分词 ἀπαλλάξας 与 ἔχω 结合的迂回完成时构文(schema schema / periphrastic perfect)。与单纯的完成时相比,它更强调动作完成所带来的“当前状态仍在维持”的持续性色彩。
  3. 1158μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν — 使用比较级 μείζονα 的比较句。名词 ὄγκον(分量、骄傲、傲慢)同时修饰 δορὸς(矛、武力)和 φρενῶν(理智、智慧),构成“在武力上拥有比在理智上更大的骄傲(傲慢)的人们”的对比结构。
  4. 1166ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ — 关系代词 ὅστις 引导一个泛指关系从句,意为“凡是……的人”。否定分词短语 μὴ διεξελθὼν λόγῳ 可理解为条件(“如果不经理智衡量”)或伴随方式(“未经由理性的分析”),以此批判毫无根据的盲目恐惧。
  5. 1171αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ — 代词 αὐτά 指代前文的“青春、婚礼、王权”(第1168–1169行)。分词 ἰδών 和 γνούς 表示让步(“尽管你亲眼看见并用灵魂感受到了它们”),与主动词 οὐκ οἶσθα(“你并未真正了解/体验”)形成强烈对比。
  6. 1201οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν — 动词 δίδωσιν 省略了直接宾语(如“财富”、“手段”)和间接宾语(“给我们”)。前置词短语 ἐς κάλλος 表示目的,意为“为了(将尸体)装扮得体面/华丽”。整句意为“因为神明并未赐予我们足以讲究华丽排场的境遇”。
  7. 1203θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν — 关系代词 ὅστις 包含其先行词,构成主句的主语,意为“凡是……的人在凡人中都是愚蠢的”。θνητῶν 是部分属格(“在凡人之中”),修饰形容词 μῶρος。
  8. 1223θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ — 阴性分词 θανοῦσα 与盾牌(此处被拟人化,或受阴性名词 ἴτυς“盾缘”的影响而作为阴性处理)一致。赫卡柏对被拟人化的盾牌说话,使用了一种矛盾修辞法(oxymoron):“因为你虽然随死者一同入土(死去),却不会真正消亡(声名永存)。”

引用这一段

欧里庇得斯, 特洛伊妇女 §1147-1232. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:1147-1232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。