Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §1267-1349

忒修斯的庇护邀请与赫拉克勒斯求生的决意

第 15 段,共 16 段 · 希腊语

内容简介

赫拉克勒斯叙述了自己一生的劳苦和受诅咒的命运并决意自尽,而忒修斯则以众神为例规劝他,并承诺接纳他去雅典,分享财产与荣耀。赫拉克勒斯深受触动,虽然他否定了诗人笔下众神犯错的传说,但他意识到逃避生命是怯懦的,因而决心活下去。

§1267ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς §1268ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
派进了我的襁褓之中,宙斯的同床之妻,为了让我们灭亡。
§1269ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην §1270ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
当我获得了年轻肉体的包裹时,何需再提我所忍受的重重劳苦?
§1271ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους §1272Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ §1273κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
究竟是怎样的狮子,或是三身提丰,或是巨人,或是那四足拥挤着肯陶洛斯巨兽的战争,我没有将其扫平?
§1274τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα §1275ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων §1276διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, §1277Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος §1278ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
还有那多头且不断再生的犬怪许德拉;在杀死了她之后,我又历经了万般折磨的群落,并来到了亡者之中,将哈得斯的看门三头犬带到阳光之下,这是奉了欧律斯透斯的命令。
§1279τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον, §1280παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
而我这不幸的人,还忍受了这最后的苦难:杀害了自己的孩子,用灾祸来给这整座房屋封顶。
§1281ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις §1282Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, §1283ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων §1284εἶμʼ;
如今我走投无路,落得如此境地:既不能在深爱的底比斯居住——这不合神意;而即便留下来,我又能去哪座神殿,或是朋友的什么集会?
οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
因为我的灾难绝不容人善意搭话。
§1285ἀλλʼ Ἄργος ἔλθω;
那么,去阿耳戈斯吗?
πῶς, ἐπεὶ φεύγω πάτραν;
如何去得,既然我已流亡异国?
§1286φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
且慢,那么我就投奔别的什么城邦去?
§1287κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, §1288γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· §1289Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε §1290δάμαρτά τʼ;
随后我们会被人认出来并遭到白眼,被尖酸刻薄的言语之刺牢牢锁闭: “那不就是宙斯的儿子吗,他从前杀死了自己的孩子和妻子?
οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
难道他不该从这片土地上滚出去吗?
§1291κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ §1292αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς §1293ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
” 对于一个曾被称为幸福的人来说,境遇的转变是痛苦的;而对于那些一直困苦、天生不幸的人,则并不会感到悲伤。
§1294ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε· §1295φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με §1296μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν §1297πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον §1298Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
我想,终有一天我的灾难会达到这样的极限:大地将发出声音,警告我不得践踏土地,海洋也禁止我渡过,还有那江河的源头;我将模仿那被缚在车轮上旋转流转的伊克西翁。
§1299καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν, §1300ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
最好是没有任何希腊人看见我,毕竟在他们之中,我们曾是那样昌盛和幸福。
§1301τί δῆτά με ζῆν δεῖ;
那么,我究竟为什么还要活下去?
τί κέρδος ἕξομεν §1302βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
我们能得到什么好处,如果苟活着这无用且不洁的生命?
§1303χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ §1304κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.
那么让宙斯显赫的妻子尽情起舞吧,用她的金鞋踏击奥林匹斯宙斯的大殿。
§1305ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, §1306ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις §1307ἄνω κάτω στρέψασα.
因为她已经达成了她想要的愿望,将希腊的第一勇士连同他的基石彻底颠覆。
— τοιαύτῃ θεῷ §1308τίς ἂν προσεύχοιθʼ;
——面对这样的神明,谁还会去祈祷?
ἣ γυναικὸς οὕνεκα §1309λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας §1310Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους.
她仅仅因为一个女人的枕席之事而嫉妒宙斯,便毁灭了希腊的恩人们,而他们根本毫无过错。
§1311οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε §1312ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ.
这场争斗并非来自别的神明,只有宙斯的妻子;这一点你心里十分清楚。
§1313aπαραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
我宁愿向你进言,而不愿见你遭受不幸。
§1314οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, §1315οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
凡人之中没有谁能免受命运的打击,众神亦是如此,如果诗人们的话并非虚妄。
§1316οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, §1317συνῆψαν;
难道他们不曾彼此结合,全然不顾法度禁忌?
οὐ δεσμοῖσι διὰ τυραννίδας §1318πατέρας ἐκηλίδωσαν;
难道他们不曾为了争夺王权,用锁链囚禁并羞辱了他们的父亲?
ἀλλʼ οἰκοῦσʼ ὅμως §1319Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες.
然而他们依然居住在奥林匹斯山,即便犯下过错也安然处之。
§1320καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς §1321φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
然而你要怎么说,如果身为凡人的你却将命运视作不堪承受之重,而神明却非如此?
§1322Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, §1323ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
那么,为了顺应律法,离开底比斯吧,随我一同前往帕拉斯的城邦。
§1324ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, §1325δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος.
在那里,我将洗净你手上的污秽,并赠予你居所,分给你一份我的财产。
§1326ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους §1327δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, §1328σοὶ ταῦτα δώσω.
我从公民那里得到的礼物——因为我杀死了克诺索斯的公牛,解救了那十四名少男少女—— 我要把这些都送给你。
πανταχοῦ δέ μοι χθονὸς §1329τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα §1330σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται §1331ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς, §1332θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι §1333τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
而且在国土的各处,我都分到了神圣的领地;这些领地将以你的名字命名,从今往后,在凡人之中被称呼,在你活着的时候;而当你死去进入哈得斯的冥府,雅典的整个城邦都将用祭祀和石筑的陵墓来推崇你的荣耀。
§1334καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο §1335ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
因为对于公民来说,通过帮助一位高尚的人而从希腊人那里获得美名,是一种高尚的桂冠。
§1336κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας §1337τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
我也会为了报答你对我的救命之恩,给予你这样的回报;因为现在,正是你需要朋友的时候。
§1338θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· §1339ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
然而,当神明赐予荣耀时,根本不需要朋友;因为神明若愿意相助,便已足够。
§1340οἴμοι·
唉!
πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν, §1341ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις §1342στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν §1343οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι, §1344οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
这些不过是与我的灾祸无关的琐事,因为我既不相信众神会喜爱不合道义的寝所,也从未认为神会用锁链锁住双手,我绝不苟同,也永远不会相信,更不相信一位神明生来就是另一位神明的主宰。
§1345δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, §1346οὐδενός·
因为神明——如果他真的是神—— 并不需要任何东西。
ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
这些只是诗人们荒谬编造的言语。
§1347ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, §1348μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος· §1349ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
然而,尽管身陷灾难,我还是思索了一番,免得我因放弃光明而背上怯懦之名;因为,凡是不敢直面灾祸的人……

词汇与语法注释

  1. 1268ὡς ὀλοίμεθα — 引导目的从句的连词 `ὡς` 后接了祈愿语气(第一人称复数、中动语态、不定过去时 `ὀλοίμεθα`)。这是由于主句动词 `ἐπεισέφρησε`(第1267行)为历史时态(不定过去时),从而触发了目的从句中的历史时态后祈愿语气(语气序列转换)。
  2. 1280δῶμα θριγκῶσαι κακοῖς — 不定式 `θριγκῶσαι`(“冠顶”、“完成”)充当同位语性不定式(appositive infinitive),具体解释并修饰前一行(第1279行)中的名词短语 `ἔτλην ... πόνον`(“我忍受了……苦难”)。
  3. 1313aπαραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς — 潜在祈愿语气 `παραινέσαιμʼ ἄν`(“我宁愿规劝”)与 `μᾶλλον ἢ`(“而不是”)以及不定式 `πάσχειν` 连用。在对话的语境中,`πάσχειν κακῶς`(“遭受不幸/痛苦”)指的是忒修斯目睹朋友毁灭所感受到的痛苦。这表达了忒修斯强烈的同理心和援助态度:“我宁可向你进言,也不愿承受目睹你毁灭的痛苦。”
  4. 1321φέρεις ὑπέρφευ τὰς τύχας — 副词 `ὑπέρφευ`(“过度地”、“极度地”)修饰动词 `φέρεις`(“你承受”),意为“你承受命运的打击过于沉重(以致于无法忍受)”。这与众神甘愿承受并安于自身的过错和命运(第1319行 `ἠνέσχοντο`)形成对比,以此劝诫身为凡人的赫拉克勒斯不要过度将自己的不幸绝对化而放弃生命。
  5. 1341ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις στέργειν νομίζω — 动词 `νομίζω`(“我认为/相信”)支配着并列的“对格与不定式(A.C.I.)”结构,连接了不定式 `στέργειν`(“喜爱”)、`ἐξάπτειν`(“捆绑”,第1342行)和 `πεφυκέναι`(“是/生成”,第1344行)。逻辑结构上是一系列的并列,表达了赫拉克勒斯对神圣无瑕与自足性的信念:“我不相信众神会喜爱不义的寝所,不相信他们会用锁链锁住双手,也不相信神明生来就是彼此的主宰。”

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §1267-1349. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:1267-1349

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。