§1350οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
甚至无法抵挡一个凡人的箭矢。
我将坚持活下去;我将前往你的城邦,你的城邦,并对你无数的赐予表示感谢。
§1353ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· §1354ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων §1355ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ §1356ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
然而,我确实尝遍了无数苦难;其中我从未对任何一项言弃,也未曾从眼中滴下泪泉,我甚至从未想过,自己会落到这种地步,从眼中流下泪水。
§1357νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
但如今,看来只能屈从于命运了。
§1358εἶἑν·
罢了。
γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, §1359ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
长老啊,你看见了我的流亡,也看见了我成了杀害自己孩子的凶手。
§1360δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς §1361δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος — §1362πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας, §1363κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας §1364διώλεσʼ ἄκων.
请将这些死者送入坟墓,为他们整饰遗体,用泪水向他们致哀——因为律法不允许我这么做—— 让他们贴紧母亲的胸膛,送入她的怀抱,这凄惨的结合,被我这不幸的人无意中彻底毁灭。
γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς, §1365οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως §1366ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
当你将死者掩埋于大地之后,就住在这座城里吧,虽然凄惨,但仍请勉强你的心灵,去承受我的灾祸。
§1367ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ §1368ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν, §1369ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ §1370εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
孩子们啊,那生养你们的父亲毁灭了你们,你们也没能享受到我的荣光,那是我历尽艰辛、竭力为你们准备的属于你们的名声,以及从父亲那里能继承的美好福分。
§1371σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα §1372ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, §1373μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
还有你,可怜的妻,我未能如你那般待你,却毁灭了你,你曾那般完好地守护着我的床榻,在家中默默忍受漫长的守望与操劳。
§1374οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
哀哉,我的妻子和孩子! 哀哉,我自己!
ὦ λυγραὶ φιλημάτων §1377τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
哦,那痛苦的亲吻欢愉,那与这些武器痛苦的相伴!
§1378ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, §1379ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· §1380Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις §1381παιδοκτόνους σούς.
因为我正无所适从,不知该保留还是放弃它们,它们贴在我的肋下,将会说出这样的话: “你用我们杀死了你的孩子和妻子;你所握持的,是杀害你孩子的凶器。
εἶτʼ ἐγὼ τάδʼ ὠλέναις §1382οἴσω;
” 难道我还要用双手携带着它们?
τί φάσκων;
该说什么好?
ἀλλὰ γυμνωθεὶς ὅπλων, §1383ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι, §1384ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
然而,若丢弃了武器,我曾凭借它们在希腊立下最伟大的功勋,难道要任由敌人羞辱、屈辱地死去吗?
§1385οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον.
不能抛弃它们,即使再痛苦也必须保存。
§1386ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς §1387κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, §1388λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
特修斯啊,请在这一件事上帮我:随我一同前往阿尔戈斯,协助我安顿那带回猎犬的酬劳,免得我孤身一人,因对孩子的悲痛而发生什么意外。
§1389ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, §1390κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον §1391παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε §1392νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν §1393Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
哦,卡德摩斯的大地和全体底比斯人民,请剃去头发,共同哀悼,前往孩子们的坟墓;一言以蔽之,你们将哀悼所有的死者和我的命运;我们都已彻底毁灭,被赫拉那唯一的一击打倒,沦为可怜的人。
§1394ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις.
起来吧,不幸的人;眼泪已经流得足够了。
§1395οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
我办不到;我的关节已经僵硬。
§1396καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
因为命运甚至会击垮强者。
§1397φεῦ·
唉!
§1397aαὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
愿在此处化为顽石,不再记起这满身灾祸。
§1398παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ.
别这样;把手递给关怀你的友人。
§1399ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
但愿我不会将血迹抹在你的衣袍上。
§1400ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
尽管擦拭吧,不必顾忌;我不介意。
§1401παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν.
既然我已失去了孩子,便把你当作我的儿子。
§1402δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ.
把你的手搭在我的脖颈上,由我来引导你。
§1403ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
真是一对挚友;只是其中一个如此不幸。
§1404ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
长老啊,人应当结交这样的朋友。
§1405ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
生养了这般儿女的祖国,真是福泽深厚。
§1406Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
特修斯,让我转过身去,再看一眼孩子们。
§1407ὡς δὴ τί;
这又是为何?
φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ;
难道重温这份温情能让你释怀?
§1408ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω.
我渴望他们;我想紧贴着父亲的胸膛。
§1409ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
看啊,正是如此,孩子;你正追求我所钟爱的事。
§1410οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
难道你对过往的重重劳苦,就再无记忆了吗?
§1411ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά.
我曾历经的一切灾祸,相比当下都微不足道。
§1412εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει.
若有人见你如此软弱温存,绝不会赞许你。
§1413ζῶ σοι ταπεινός;
我在你的眼里变得如此卑微了吗?
ἀλλὰ πρόσθεν οὐ δοκῶ.
但从前我绝非这般模样。
§1414ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
确实太过了;在灾难中,你已不再是那威名远扬的赫拉克勒斯。
§1415σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
当你身陷冥府的灾厄时,自己又是什么样子?
§1416ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
在胆识气魄上,我当时确是全无底气,弱于任何人。
§1417πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς;
既然如此,你怎么还能说我被灾祸击垮了呢?
§1418πρόβαινε.
前行吧。
§1418bχαῖρʼ, ὦ πρέσβυ.
再见,长老。
§1418cκαὶ σύ μοι, τέκνον.
你也是,我的孩子。
§1419θάφθʼ ὥσπερ εἶπον παῖδας.
照我说的,把孩子们葬了吧。
§1419bἐμὲ δὲ τίς, τέκνον;
但谁来安葬我呢,孩子?
§1420ἐγώ.
我来。
§1420bπότʼ ἐλθών;
何时前来?
§1420cἡνίκʼ ἂν θάψῃς τέκνα.
等你安葬完孩子们的时候。
§1421πῶς;
如何做到?
§1421bεἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
我会把你从底比斯接到雅典。
§1422ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ·
那么,把这难以运送的孩子们,抬进泥土里吧。
而我们,用耻辱毁掉了家园,将如尾随的舢板,步特修斯之后尘。
若有人渴望拥有财富或力量,胜过拥有好的挚友,那他真是愚蠢透顶。