§677παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
下车作战的战士们被部署在矛阵之中。
有的人用铁兵器厮杀,有的人则拨转马头,再次冲向战场以支援那些步战的战士。
§680ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ §681ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, §682οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, §683συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
而埃里克修斯的后裔中掌管单鞍骏马的首领福耳巴斯,一看见那黑压压的战车群,以及那些守卫卡德摩斯骑兵的人,也加入了交锋,他们时而占上风,时而败退。
§684λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ §685ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται — §686τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω §687τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν §688κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, §689ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους §690ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, §691τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων §692ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ §693πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
我亲眼看着这一切,而不是仅凭听闻――因为我当时就在战车与战车兵们拼杀的现场――那里的重重惨状,我不知该先说哪一样:是那腾空而起、铺天盖地的滚滚沙尘,还是那些被缰绳缠住、上下颠簸拖曳的人,以及殷红鲜血的喷流,有人倒下,有人从碎裂的战车上头朝下猛烈地摔到地上,在战车的残骸旁丧失了性命?
§694νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν §695Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ §696χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
当克瑞翁察觉到这边的军队在骑兵战中正取得胜利,他便手执盾牌走上前去,以免盟友们丧失斗志。
§699καὶ συμπατάξαντες μέσον πάντα στρατὸν §700ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων §701κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ· §702Θεῖνʼ·
他们在全军的中路迎头撞击,大肆杀戮也惨遭屠戮,并伴随着巨大的呼喊声向彼此传递着战斗的口令:“刺啊!
ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
把矛头对准埃里克修斯的后裔抗衡!
”然而,忒修斯的一方也绝没有因迟疑而败事,他立刻夺过耀眼的兵器,直冲上前。
§703λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος §704δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας §705τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον §706φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
那支由龙牙化成人的队伍真是可怕的对手;他们压退了我们的左翼,但他们的左翼被我们的右翼击败后开始溃逃;战斗处于胶着状态。
§707κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν· §708οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον, §709ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
在此时,人们不能不赞美这位统帅;因为他不仅关注获胜的局部,反而赶往自己军队陷入苦战的地方。
§710ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα· §711Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ §712σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
他放声大喊,震得大地回响:“孩子们啊,如果你们不抵挡住这些地生人顽强坚固的矛头,帕拉斯的事业就要毁灭了!
§713θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
”这极大地鼓舞了克拉奈亚子民的全体军队。
§714αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν §715δεινῆς κορύνης διαφέρων ἐσφενδόνα §716ὁμοῦ τραχήλους κἀπικείμενον κάρα, §717κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
他自己则拿起了那件埃皮达夫罗斯式的兵器――可怕的木棒,挥舞击打,将脖颈与附在上面的头颅一同砸碎,用木棒割草般扫落头盔、成片击倒敌人。
§718μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
他们终于勉强转过身去拔腿逃跑。
οἳ δʼ ἔτεινον ἐς πύλας.
他们则没命地奔向城门。
城里响起了年轻人和老人的呼喊与哀号,他们因恐惧而挤满了神殿。
παρὸν δὲ τειχέων ἔσω μολεῖν, §724Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν §725μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
尽管本可以攻入城墙之内,忒修斯却克制住了;因为他说他来这里不是为了洗劫城邦,而是为了索还死者。
§726τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, §727ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος §728μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς §729ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα §730ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
人们理应选择这样的统帅:他在危难中英勇无畏,又憎恶傲慢狂妄的民众――那些人在顺境中妄图攀登梯子的最顶端,结果却丢掉了本可安享的幸福。
§731νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ §732θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς §733ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
如今,亲眼目睹了这意想不到的一天,我相信了神明的存在,并觉得自己的不幸减轻了,因为这些人已经付出了应有的代价。
σοῦ γὰρ ἐξηρτήμεθα §736δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
因为我们全然依附于你,而我们的所作所为,不过是顺从你恰好意欲之事。
§737ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν, §738αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν· §739Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, §740μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, §741κἄπειτʼ ἀπωλόμεσθα.
因为对我们来说,阿耳戈斯曾是不可战胜的,我们自己不仅人数众多,而且臂膀年轻健壮;当厄忒俄克勒斯提出和解、开出合理的条件时,我们却不愿接受,结果我们毁灭了。
ὁ δʼ αὖ τότʼ εὐτυχής, §742λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, §743ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
而在那一刻得势的、愚蠢的卡德摩斯人民,就像一个暴发户穷人一样,举止狂妄傲慢,又因这傲慢反过来招致了毁灭。
§744Κάδμου κακόφρων λαός.
愚蠢的卡德摩斯人民。
ὦ καιροῦ πέρα §745τὸ τόξον ἐντείνοντες·
噢,你们这些把弓拉得过满的人!
ὦ κενοὶ βροτῶν, §746καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, §747φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· §748πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, §749φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
噢,愚蠢的凡人啊,你们确实理所当然地遭受了许多痛苦,你们不听信朋友的劝告,却只向残酷的事实屈服;各个城邦啊,明明本可以通过理性对话来化解灾祸,却用杀戮而不是理性来解决事态。
§750ἀτὰρ τί ταῦτα;
但说这些有什么用?
κεῖνο βούλομαι μαθεῖν, §751πῶς ἐξεσώθης·
我想知道那一件事:你是如何死里逃生的?
εἶτα τἄλλʼ ἐρήσομαι.
然后我再问别的。
当战争的混乱用枪矛惊扰城邦时,我穿过了军队攻入的那座城门。
§754ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
那么,那些引发争战的死者,你们带回来了吗?
§755ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.
至少是那些统领著名的七大家族的人。
§756πῶς φῄς;
你这是什么意思?
ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
那其余的大批战死者又在哪里?
§757τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
他们已被安葬在基泰戎山的山谷里。
§758τοὐκεῖθεν ἢ τοὐνθένδε;
在山的哪一边?
τίς δʼ ἔθαψέ νιν;
又是谁埋葬了他们?
§759Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
忒修斯,就在埃勒乌特赖那片阴凉的岩石处。
§760οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
而他没有在那里埋葬的那些尸体,你把它们留在何处就到这里来了?
§761ἐγγύς·
就在近旁。
πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
因为凡是急切运送的东西,现在都已近在咫尺。