Humanitext Reader

欧里庇得斯 · 祈愿人 §762-863

阵亡者遗体的归来与哀悼及悼词的开端

第 10 段,共 14 段 · 希腊语

内容简介

阿德拉斯托斯与使者谈论忒修斯对死者的仁慈照顾,随着遗体运达,他们与母亲们一同陷入剧烈的哀恸中。随后忒修斯登场,向阿德拉斯托斯询问逝去英雄们超群勇气的来源,由此拉开了对卡帕纽斯生前美德的赞颂。

§762ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
阿德拉斯托斯:“想必仆人们定是怀着悲痛的心情,将他们从杀戮场运出来的吧?
§763οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
”使者:“没有一个奴隶参与这项劳作。
§764φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
”“如果您在他对死者表达慈爱时在场,您也会这么说的。
§765ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
”阿德拉斯托斯:“是他亲自清洗了那些可怜人的伤口吗?
§766κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
”使者:“是的,他还铺好了寝床,遮盖了遗体。
§767δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
”阿德拉斯托斯:“那真是可怕的重担,也带有耻辱。
§768τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
”使者:“然而在人与人之间,彼此的祸难有什么可耻的呢?
§769οἴμοι·
”阿德拉斯托斯:“哀哉!
πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
我多么渴望与他们一同死去啊。
§770ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.
”使者:“你是在徒然哀悼,并引得这些妇女落泪。
§771δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
”阿德拉斯托斯:“我看确实如此,但她们自己就是我的老师。
§772ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς §773Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους, §774φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας §775ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς §776οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν, §777ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
”“但且罢,我举起双手迎接死者,倾泻出哈得斯那泪流满面的歌声,呼唤着我的挚友们,我这可怜人被他们撇下,孤单地痛哭;因为只有这件事情,对凡人来说一旦消耗便无法重新回收,那便是凡人的生命;至于钱财,却总有筹措之途。
§778— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
”歌队:“有些事是幸运的,有些是不幸的。
§779πόλει μὲν εὐδοξία §780καὶ στρατηλάταις δορὸς §781διπλάζεται τιμά· §782ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη §783πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι, §784τὰν ἄελπτον ἁμέραν §785ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
对城邦而言是美名,对军旅的统帅而言,荣誉成倍增长;而对我来说,目睹孩子们的肢体是痛苦的,但若我能见到,那又是一幅壮美的画面,目睹这意想不到的一天,但这却是一切之中最大的痛楚。
§786— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ §787Χρόνος παλαιὸς πατὴρ §788ὤφελʼ ἁμερᾶν κτίσαι.
”歌队:“若能让我至今一直不婚,那古老的父亲「时间」在岁月里安顿我就好了。
§789τί γάρ μʼ ἔδει παίδων;
我何必要有孩子呢?
§790τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι §791πάθος περισσόν, εἰ γάμων ἀπεζύγην, §792νῦν δʼ ὁρῶ σαφέστατον §793κακόν, τέκνων φιλτάτων στερεῖσα.
因为若我免于婚配,我本会以为自己承受了格外的遗憾,而今我亲眼看到了最明显的祸害,那便是失去了我最亲爱的孩子们。
§794ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω §795τῶν οἰχομένων παίδων· μελέα §796πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις §797κοινὸν ἐς Ἅιδην καταβᾶσα;
”歌队:“然而,现在我已经看见了那些逝去孩子们的遗体;可怜的我,多么想和这些孩子一起死去,一同下到那共同的哈得斯去啊!
§798στεναγμόν, ὦ ματέρες, §799τῶν κατὰ χθονὸς νεκρῶν §800ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν §801στεναγμάτων κλύουσαι.
”阿德拉斯托斯:“母亲们啊,向着地下的死者,发出哀号吧,听到我的哀歌,请应声呼喊,与我同声哭诉。
§802— ὦ παῖδες, ὦ πικρὸν φίλων §803προσηγόρημα ματέρων, §804προσαυδῶ σε τὸν θανόντα.
”歌队:“噢,孩子们啊,亲爱的母亲们对你们悲痛的呼唤,我呼唤着死去的你。
§805ἰὼ ἰώ.
”“咿喔,咿喔!
§805bτῶν γʼ ἐμῶν κακῶν ἐγώ.
”阿德拉斯托斯:“而我,则是为了我自己的灾祸。
§806αἰαῖ.
”歌队:“哎哀!
§807ἐπάθομεν ὤ §807bτὰ κύντατʼ ἄλγη κακῶν.
”阿德拉斯托斯:“我们承受了,噢,”歌队:“种种灾祸中最残酷无情的痛苦。
§808ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
”阿德拉斯托斯:“阿耳戈斯的城邦啊,难道你们看不见我的命运吗?
§809— ὁρῶσι κἀμὲ τὰν τάλαι- §810ναν, τέκνων ἄπαιδα.
”歌队:“他们也看见了我这可怜的人,失去了孩子的母亲。
§811προσάγετε τῶν δυσπότμων §812σώμαθʼ αἱματοσταγῆ, §813σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων, §814ἐν οἷς ἀγὼν ἐκράνθη.
”阿德拉斯托斯:“抬过来吧,那些不幸之人的鲜血淋漓的尸身,不该被杀,却被无耻之人所杀,在那决定了战局的厮杀中。
§815— δόθʼ, ὡς περιπτυχαῖσι δὴ §816χέρας προσαρμόσασʼ ἐμοῖς §817ἐν ἀγκῶσι τέκνα θῶμαι.
”歌队:“把他们给我吧,好让我能用双臂将孩子们搂入怀抱。
§818ἔχεις ἔχεις.
”阿德拉斯托斯:“你抱到了,你抱到了。
§818b— πημάτων γʼ ἅλις βάρος.
”歌队:“这苦难的分量已经足够沉重。
§819αἰαῖ.
”阿德拉斯托斯:“哎哀!
§819bτοῖς τεκοῦσι δʼ οὐ λέγεις;
”歌队:“你难道不是在对生育他们的父母说话吗?
§820ἀίετέ μου.
”阿德拉斯托斯:“倾听我吧。
§820bστένεις ἐπʼ ἀμφοῖν ἄχη.
”歌队:“你在为双方的悲痛而哀叹。
§821εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
”阿德拉斯托斯:“但愿卡德摩斯人的队伍曾在尘土中将我击杀。
§822— ἐμὸν δὲ μήποτʼ ἐζύγη §823δέμας ἐς ἀνδρὸς εὐνάν.
”歌队:“而我的身躯,也但愿从未结合于丈夫的床榻之上。
§824ἴδετε κακῶν πέλαγος, ὦ §825ματέρες τάλαιναι τέκνων.
”阿德拉斯托斯:“看这灾难的海洋啊,噢,不幸的母亲们。
§826— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ §827σποδὸν κάρᾳ κεχύμεθα.
”歌队:“我们用指甲抓破了脸颊,头上洒满了灰烬。
§828ἰὼ ἰώ μοί μοι·
”阿德拉斯托斯:“咿喔,咿喔,哀哉我身!
§829κατά με πέδον γᾶς ἕλοι, §830διὰ δὲ θύελλα σπάσαι, §831πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
”“愿大地的深渊将我吞没,愿狂风将我撕碎,愿宙斯的烈火降临在我的头上!
§833— πικροὺς ἐσεῖδες γάμους, §834πικρὰν δὲ Φοίβου φάτιν· §835ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα §836δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
”歌队:“你目睹了苦涩的婚礼,福玻斯的预言也是苦涩的;那留下了哀声不断的俄狄浦斯之家的复仇女神来到你的身旁。
§837μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ §838γόους, ἀφήσω·
”忒修斯:“当你向军队倾吐哀歌之时,我本想发问,但还是作罢。
τοὺς ἐκεῖ μὲν ἐκλιπὼν §840εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ·
我略去了那里的谈话,现在我看着阿德拉斯托斯。
§841πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ §842θνητῶν ἔφυσαν;
这些人究竟是从何处而生,竟有这般超群的凡人之勇?
εἰπέ γʼ ὡς σοφώτερος §843νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.
请告诉我,因为你比这里年轻市民们更为智慧,且深知内情。
§844εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ §845τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν.
因为我亲眼见到了他们那难以言表英勇无畏的壮举,他们曾企图以此夺取城邦。
§846ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω, §847ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃ §848ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
但我有一事不问,以免招致嘲笑,在战斗中,他们每个人与谁交手,又或是从敌人的哪种长枪下受了伤。
§849κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι §850καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς §851λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς §852σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
因为这种话对于听者和讲者来说都是空洞无物的——毕竟,一个身处战场、当密集的枪雨在眼前飞过时的人,又怎能说得清谁才是真正的勇士呢?
§853οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε §854οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν· §855μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν §856δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
我既无法询问这些事,也无法相信那些胆敢声称知晓的人;因为当一个人面对敌人站立时,几乎连看清自己眼前必做之事都很难办到。
§857ἄκουε δή νυν·
那么请听我说。
καὶ γὰρ οὐκ ἄκοντί μοι §858δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι §859φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
因为你并非违心地赞许我,让我得以对我所希望颂扬的那些朋友们,说出真切而公道的话。
§860ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
你看那身体被箭矢穿过的俊美男子了吗?
§861Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, §862ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ §863οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
这位就是卡帕纽斯;他虽家财万贯,却极少因富足而傲慢;他的气概并不比一个穷苦之人更为高大,”

词汇与语法注释

  1. 764φαίης ἄν, εἰ παρῆσθʼ — 带有 ἄν 的希求法(潜在)与直说过去时条件从句(εἰ παρῆσθʼ)结合,在语境中表达过去反事实条件:“如果你当时在场,你就会这么说。”
  2. 783καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι — 此处与前一行的 πικρόν 相对比。ὄψομαι 为将来直说时,表示带有强烈现实感的条件假设(“如果我真的将目睹”)。分词 ἰδοῦσα 与与格的说话者 ἐμοὶ 语义一致(发生破格)。πάντων μέγιστον ἄλγος 作为整个句子的同位语,强烈表现了矛盾的情感。
  3. 788ὤφελʼ ... κτίσαι — 动词 ὀφείλω 的过去时 ὤφελε 与不定式 κτίσαι 结合,表示过去无法实现的愿望(“要是……就好了”)。此处以时间(Χρόνος)为主语,直译为:“古老的父亲时间本应让我保持未婚。”
  4. 850ὅστις ἐν μάχῃ βεβὼς ... σαφῶς ἀπήγγειλʼ — 关系代名词 ὅστις 修饰先行词 τοῦ λέγοντος。该关系从句指代一个假想的、普遍的人:“一个置身战场……却能明确报告谁是勇士的(讲述者)”。此处虽然使用不定过去时直说时,但在语境中蕴含了在这种极端情况下不可能实现的假设意味。

引用这一段

欧里庇得斯, 祈愿人 §762-863. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:762-863

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。