← エウリピデス

嘆願する女たち

§677-761

アテナイの勝利と節度ある撤退の報告

アテナイ軍とテーバイ軍の激しい戦いの様子が使者によって描写され、テーセウスの活躍によりアテナイが勝利を収めたが、略奪を行わず撤退したことが報告される。これを聞いたコーラスは人間の愚かさと神々への依存について反省し、さらに死者たちの埋葬状況を尋ねる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
677

παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

戦車を降りた戦士たちは、槍の陣列に配された。

χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφονπώλους1 ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

そして、ある者たちは鉄の武器で戦い、他の者たちは馬の向きを変えて、再び戦士たちを助けるために戦いへと向かわせた。

680

ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,

そして、エレクテウスの末裔たちにとって一頭立ての馬の長であったフォルバースは、戦車の群れを認めると、

οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

カドモスの騎兵を護衛していた者たちもまた、戦いを交え、勝つこともあれば敗れることもあった。

λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —

私はこれらを聞くのではなく見ていたのだ――なぜなら私は、戦車と戦車兵たちが戦っているそのまさに場所にいたからだ――

τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω

そこにあった多くの惨状について、私は何から先に語るべきか分からない。

τί πρῶτον εἴπω,2 πότερα τὴν ἐς οὐρανὸνκόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

空へと立ち上る砂煙か、それはいかにも大量に立ち込めていたが、

ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένουςἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,

それとも、手綱に絡まって上へ下へと引きずられている者たちか、あるいは赤き血の流れる川か、

τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρωνἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ

ある者は倒れ、ある者は大破した戦車から頭から地面へと激しく投げ出され、

πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;

戦車の破片の傍らで息絶えていく惨状を。

νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸνΚρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶχωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

そして、こちらの軍勢が騎兵において勝利を収めつつあるのを予感したクレオーンは、盾を手にして進み出た、味方に落胆が広がる前に。

καὶ συμπατάξαντες μέσον πάντα στρατὸνἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύωνκελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·

そして、全軍の中央で激突し、彼らは殺し、殺され、大声とともに互いに励ましの叫びを伝えていた。

Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

「突け!エレクテウスの末裔たちに槍を突き立てろ!」

καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·

しかし、テーセウスの側も躊躇によって台無しにされることはなく、むしろ輝く武具をひったくって直ちに進み出た。

λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένοςδεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέραςτὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενονφεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.

竜の牙から生まれた男たちの部隊は恐るべき格闘家であった。彼らは私たちの左翼を退けたのだ。しかし彼らの左翼は、私たちの右翼に敗れて逃走した。戦いは互角であった。

κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

そしてこの時、将軍を称賛することができた。なぜなら彼は、勝利している側だけに満足していたのではなく、自軍の苦戦しているところへと向かったからだ。

710

ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυσπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

彼は大地が響き渡るほどの大声を張り上げた。「若者たちよ、お前たちがこのスパルトイの男たちの頑強な槍を防ぎ止めねば、パラスの国は滅びる。」

θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.

そしてクラナオスの民の全軍に勇気を奮い起こさせた。

αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼνδεινῆς κορύνης διαφέρων ἐσφενδόναὁμοῦ τραχήλους κἀπικείμενον κάρα,κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.

彼自身もエピダウロス風の武具である恐るべき棍棒を手に取り、それを振り回しては、首と、その上にある頭をともに砕き、兜を刈り取り、木の棍棒で首の根元から叩き折った。

μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

こうしてどうにか彼らは足を向けて逃げ出した。

ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμηνκἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.

私は歓声を上げて踊り、手を叩いた。彼らは門へと逃げ延びようとした。

βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιννέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν

若者や老人たちの叫び声と嘆きが都市に響き渡り、恐怖のために神殿をいっぱいに満たした。

φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλινμολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.

城壁の内へと攻め入ることもできたのに、テーセウスは踏みとどまった。なぜなら彼は、都市を略奪するためではなく、死者を引き取るために来たのだと言っていたからだ。

τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμοςμισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶςἐς ἄκρα βῆναι κλιμάκων ἐνήλαταζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.

このような将軍を選ぶべきなのだ、困難な時にも勇敢であり、傲慢な民を憎む者を。その民は、うまくいっている時には、梯子の最上段に登ろうと望んで、享受できたはずの幸せを失うのだ。

νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼθεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶςἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.

今、この思いがけない日を見て、私は神々を信じる。そして、彼らが罰を受けたことで、私の不幸の苦痛も和らいだと感じる。

ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺςφρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθαδρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.

おお、ゼウスよ、なぜ哀れな人間どもが知恵を持つなどと言われるのだろうか。私たちはあなたに依存しており、あなたがたまたま望まれる通りのことを行うのだから。

ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·

というのも、私たちにとってアルゴスは抵抗しがたい国であり、私たち自身も数が多く、腕力のある若者たちだった。

Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,

そしてエテオクレースが和解を提案し、穏当な要求をしていたというのに、私たちはそれを受け入れようとせず、そして滅びてしまった。

κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο

一方、あの時幸運だったカドモスの愚かな民は、にわか成金のような貧乏人のように富を得て、傲慢に振る舞い、傲慢ゆえに今度は逆に滅ぼされた。

Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρατὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·

カドモスの愚かな民は。おお、限界を超えて弓を引く者たちよ!おお、分別のない人間たちよ、正義に基づいて多くの災いを受けている者たちよ、お前たちは友ではなく、現実にのみ従うのだ。

πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.

都市もまた、言論によって災いを回避できるはずなのに、言論ではなく流血によって、事態を解決させようとする。

750

ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.

だが、そのようなことはどうでもよい。私はあのことを知りたい、お前はどうやって生き延びたのか。他のことはその後で尋ねよう。

ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.

戦いの混乱が都市を揺るがしたとき、私は軍勢が攻め入ったまさにその門を通って脱出しました。

ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;

ところで、闘争の原因となった死者たちは、持ち帰っているのですか?

755

ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.

高名な七つの家に率いられていた遺体ならば。

πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;

どういうことか?他の一杯の戦死者たちはどこにいるのか?

τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

キタイローン山の谷あいに葬られました。

τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;

あちらの側でか、こちらの側でか?そして誰が彼らを埋葬したのか?

Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.

テーセウスです、木陰の多いエレウテライの岩のある場所で。

760

οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

では、彼がそこへ埋葬しなかった死者たちはどこに残して、お前はここへ来たのだ?

ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.

すぐ近くです。急いで運ばれているものはすべて近くにあるものですから。

構文注2 件
  1. 678ἔστρεφον πώλους

    下車して白兵戦に従事している戦士(παραιβάτης)を援護するため、御者たちが馬(πώλους)の向きを変えて再び戦闘箇所(ἐς ἀλκὴν)へと向かわせたという、戦車戦の具体的な操作を描写している。

  2. 686οὐκ ἔχω τί πρῶτον εἴπω

    非決定を伴う不変化詞無しの「οὐκ ἔχω」(私はわからない)の後に、デリベラティブ接続法(deliberative subjunctive)を用いた間接疑問節「τί πρῶτον εἴπω」(何をまず語るべきか)が続いている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:677-761