那么,要么吹嘘自己拥有比宙斯更好的智慧,要么承认神明惩罚恶人是公正的。
§506φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, §507ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν §508καὶ μὴ κατᾶξαι.
因此,智慧之人首先应当爱护子女,其次是父母与祖国,祖国应当被壮大,而不可被毁灭。
σφαλερὸν ἡγεμὼν θρασύς· §509νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
鲁莽的领袖是危险的;而船上的水手应当沉静,在适当时机表现得明智。
§510καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
而这,在我看来便是“勇气”,即“预见”。
施加惩罚的宙斯本已足够,你们本不应当做出如此傲慢的行为。
§513ὦ παγκάκιστε — §513bσῖγʼ, Ἄδραστʼ, ἔχε στόμα, §514καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους §515θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, §516ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.
(阿德拉斯托斯)你这最邪恶的恶徒—— (忒修斯)闭嘴,阿德拉斯托斯,管住你的嘴,不要让你的话抢在我的话之前;因为此人并不是来向你传达命令的,而是来找我的;理应由我们来作答。
§517καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
首先,我将针对你最初的论点进行回答。
§518οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ §519οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι §520δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι §521τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.
我不承认克瑞翁是我的主人,也不认为他拥有更大的力量,能够强迫雅典做这些事;否则,万事皆会颠倒逆流,如果我们真的必须服从命令的话。
§522πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, §523ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα· §524νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν §525οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, §526θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον §527σῴζων.
并非我挑起了这场战争,我甚至没有和这些人一起前往卡德摩斯的土地;然而,对于死者的遗体,在不伤害城邦、也不带来杀戮之战的前提下,我认为应当予以安葬,以维护全希腊人共同的法律。
τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
这其中有什么不妥吗?
§528εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο, §529τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, §530αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.
因为即使你们曾遭受阿耳戈斯人的侵害,他们已经死了;你们很好地击退了敌人,但对他们而言已是耻辱,而正义也已了结。
§531ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς, §532ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο, §533ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, §534τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα §535ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, §536κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
如今让死者归于尘土,让每一个部分回到它最初走向光明的地方,离去归位:灵魂(呼吸)归于以太,身体则归于大地;因为我们并不能将身体占为己有,只不过是在其中虚度一生,此后,孕育它的母亲(大地)必须将其收回。
§537δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
你以为不埋葬尸体是在加害阿耳戈斯吗?
§538ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε, §539εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν §540ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει §541τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
绝非如此;这是全希腊共同的事,如果有人剥夺死者应得的安葬,使其曝尸荒野;因为如果确立这样的法律,它将给勇敢的人带来怯懦。
你的确是带着可怕的言辞来威胁我的,但难道你们还害怕死者被埋入土中吗?
§544τί μὴ γένηται;
到底会发生什么?
μὴ κατασκάψωσι γῆν §545ταφέντες ὑμῶν;
难道他们被埋葬后,会掘毁你们的土地?
ἢ τέκνʼ ἐν μυχῷ χθονὸς §546φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
还是会在大地的深处生下子嗣,并从中产生某种报复?
这实在是无谓的舌头浪费,去惧怕那些恶劣且空洞的恐惧。
§549ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· §550παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ §551οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
愚蠢的人啊,去了解凡人的痛苦吧:我们的生命是一场博弈;而在凡人中,有的人很快,有的人在未来,有的人则已经享有了幸运。
§552τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς, §553ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται, §554ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν §555ὑψηλὸν αἴρει.
但命运是变化无常的;因为不幸的人为了让自己变得幸运而尊崇和敬奉她,而富足的人则因为害怕好运之风离他而去,将她高高捧起。
γνόντας οὖν χρεὼν τάδε §556ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν §557ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
因此,懂得这些道理的人,在遭受不公时应当克制愤怒、适度承受,在行不义之事时,也应当以不伤害城邦为度。
§558πῶς οὖν ἂν εἴη;
那么,到底该怎么做?
τοὺς ὀλωλότας νεκροὺς §559θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
请把死者的遗体交给我们这些想要履行虔敬义务的人来安葬吧。
§560ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.
否则后果不言自明:我将前往,并诉诸武力予以安葬。
§561οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται §562ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος §563νόμος παλαιὸς δαιμόνων διεφθάρη.
因为绝不能在希腊人中流传这样的名声:在来到我和潘狄翁的城邦之后,神明古老的法律却遭到了践踏。
放心吧;因为维护正义之光的人,必能免受世人的诸多指责。
§566βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
(传令官)你想要我与你简短地对谈几句吗?
§567λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
(忒修斯)想说就说吧;反正你也不是个沉默寡言的人。
§568οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
(传令官)你绝不可能从我们的土地上领走阿耳戈斯人的子孙。
§569κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
(忒修斯)那么现在,如果你愿意,也听听我的回答。
§570κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
(传令官)我会听的;因为我们确实应该给对方发言的机会。
§571θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
(忒修斯)我将从阿索波斯的土地上移走死者并予以安葬。
§572ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
(传令官)首先你必须在盾牌的战场上冒生命危险。
§573πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.
(忒修斯)我已经历过许多其他艰难的考练。
§574ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;
(传令官)难道你父亲生下你,就是为了让你能应付所有人吗?
§575ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.
(忒修斯)至少能应付所有傲慢之人;但我们不惩罚善良的人。
§576πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
(传令官)你和你的城邦向来喜欢多管闲事。
§577τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
(忒修斯)正因如此,通过承担繁重的劳碌,它才得以享有极大的繁荣。
§578ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
(传令官)来吧,好让城里那些“播种出来的枪矛”将你生擒。
§579τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
(忒修斯)一条恶龙能生出什么勇猛的战神(阿瑞斯)呢?
§580γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.
(传令官)你会通过承受痛苦来明白的;但现在你还只是个年轻人。