Humanitext Reader

欧里庇得斯 · 祈愿人 §424-503

忒修斯捍卫民主制与克瑞翁的通牒

第 6 段,共 14 段 · 希腊语

内容简介

忒修斯与忒拜传令官就民主制与僭主制的优劣展开辩论,忒修斯极力维护雅典的自由与法治。随后,传令官传达了克瑞翁的最后通牒,禁止埋葬阿耳戈斯死者并要求驱逐阿德拉斯托斯。

§424ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ §425γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
(承前)当一个以前无足轻重的卑鄙之人,用他的舌头蛊惑了民众,从而获得了高位。
§426κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
(忒修斯)这位传令官可真能言善辩,是个喜欢在言语上搬弄是非的家伙。
§427ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω, §428ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
但既然你也参与了这场辩论,那就听着吧;因为是你挑起了这场言辞的交锋。
§429οὐδὲν τυράννου δυσμενέστερον πόλει, §430ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι §431κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος §432αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.
对城邦而言,没有比僭主更有害的了,在僭主统治下,首先不存在共同的法律,而是一个人把法律据为己有,独自实行统治;这便不再是平等的了。
§433γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς §434ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, §435ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις §436τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς, §437νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.
但当法律写成文字时,弱者与富人都享有同等的正义,弱者若受到侮辱,也可以对富有者说同样的话,只要弱者手握正义,便能战胜强者。
§438τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει §439χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;
而自由的精髓就在于:“谁愿意为城邦提出有益的建议,只要他拥有?
§440καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων §441σιγᾷ.
” 愿意这么做的人便显赫,而不愿意的人保持沉默。
τί τούτων ἔστʼ ἰσαίτερον πόλει;
对城邦而言,还有什么比这更平等的呢?
§442καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, §443ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· §444ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, §445καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν §446κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
事实上,在民众掌握土地主权的地方,他们乐于看到有年轻的公民作为后备力量;但君王却将此视为敌人,他会杀掉最优秀的人,以及那些他认为有智慧的人,因为他担忧自己的僭主统治。
§447πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις, §448ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν §449τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
那么,一个城邦又怎能保持强大,如果有人像割掉春日牧场上的麦穗一样,夺走年轻人的勇气,摧残这些花朵?
§450κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις §451ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;
又何必为孩子们积攒财富和生计,只为了给僭主辛劳地创造更多的财富?
§452ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, §453τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, §454δάκρυα δʼ ἑτοιμάζουσι;
又何必在深闺中将女儿们悉心抚养成处女,只为了在僭主想要时,成为他们欢愉的享乐,而给自己留下眼泪?
μὴ ζῴην ἔτι, §455εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
如果我的孩子们要被强行婚配,那我宁愿不再活下去。
§456καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
这些话是我针对你的言辞予以的回击。
§457ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
不过,你来到这片土地到底有什么企图?
§458κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις, §459περισσὰ φωνῶν·
如果不是城邦派遣了你,你本会哭着回去的,因为你说了太多废话。
τὸν γὰρ ἄγγελον χρεὼν §460λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν §461χωρεῖν.
因为传令官应当在传达完别人的命令后,尽快返回。
τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων §462ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
今后,让克瑞翁向我的城邦派遣一个没你这么唠叨的传令官吧。
§463φεῦ φεῦ·
(歌队)哀哉!
κακοῖσιν ὡς ὅταν δαίμων διδῷ §464καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
当命运赐予恶人好运时,他们便会狂妄自大,以为自己会永远顺遂。
§465λέγοιμʼ ἂν ἤδη.
(传令官)现在我要说正事了。
τῶν μὲν ἠγωνισμένων §466σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
关于争论的那些事,你大可以保留你的看法,但我持相反意见。
§467ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς §468Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι· §469εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, §470λύσαντα σεμνὰ στεμμάτων μυστήρια §471τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς §472βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
我宣告,全体卡德摩斯人民也宣告:禁止阿德拉斯托斯进入这片土地;如果他已经在这片土地上,要在太阳落山之前,解开哀求花冠的圣洁神秘纽带,并将他驱逐出境,也不得诉诸武力收回死者遗体,因为这些死者与阿耳戈斯人的城邦毫无关系。
§473κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν §474σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων §475ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.
如果你听从我,你就能无风无浪地驾驭你的城邦;但若不然,我们、你以及同盟军之间,将面临刀枪的惊涛骇浪。
§476σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος §477λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, §478σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
好好考虑吧,不要因为我的话而发怒,不要以为自己统治着一个自由的城邦,就用仗势欺人的傲慢言辞来回答。
§479ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις §480συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
因为希望是不可靠的东西,它曾使许多城邦陷入战争,并将人们的愤怒引向极端。
§481ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, §482οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται, §483τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·
因为当战争交付民众投票表决时,没有人会考虑自己的死亡,而是把这种不幸转嫁给别人。
§484εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, §485οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
如果在投票时死难就摆在眼前,穷兵黩武的希腊绝不会走向毁灭。
§486καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν §487τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, §488ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· §489ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, §490Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ, §491χαίρει δὲ πλούτῳ.
然而,我们所有人都知道两种言论中哪一种更好,也分得清善恶,更知道和平对凡人而言比战争好得多;和平,首先最受缪斯女神的钟爱,与复仇女神为敌,她乐见子孙兴旺,并喜好财富。
ταῦτʼ ἀφέντες οἱ κακοὶ §492πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα §493δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
我们这些恶人却抛弃了这些,挑起战争,奴役弱者,人奴役人,城邦奴役城邦。
§494σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, §495θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
而你却要去帮助那些已经是死人的敌人,收尸并安葬那些被骄傲自大所毁灭的人吗?
§496οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον §497δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
难道被雷劈死的卡帕纽斯的遗体现在还在冒烟,这不是理所应当的吗?
§498ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν §499πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
他把梯子架在城门上,发誓说无论神明是否愿意,他都要毁灭这座城。
§500οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, §501τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
难道大地的裂缝吞噬了那位鸟占师,将他的四马战车卷入深渊,不是理所应当的吗?
§502ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται §503πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
难道其他躺在城门前的将领,他们的颅骨接缝被乱石砸碎,不也是罪有应得吗?

词汇与语法注释

  1. §424ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ — 此 ὅταν 从句与前一行(§423 ἦ δὴ νοσῶδες τοῦτο...)直接相连,构成了“对于优越者而言,这确实是一种弊病……当一个卑鄙之人获得高位时”的完整语境。它作为时间/条件从句修饰主句谓语。
  2. §435ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις — 非人称动词 ἔστιν 在此表示“可以、可能”(相当于 ἔξεστι),后接不定式 ἐνισπεῖν。与格的 τοῖσιν ἀσθενεστέροις 是该不定式的逻辑主语,而宾格的 τὸν εὐτυχοῦντα 则是其直接宾语。
  3. §451ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον — 连词 ὡς 引导目的从句,后接虚拟语气 ἐκμοχθῇ(“为了给僭主辛劳创造更多财富”)。它隶属于前面的反问句 τί δεῖ(“何必……?”)。
  4. §478σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων — 短语 ἐκ βραχιόνων(字面意为“源自双臂”)比喻“依靠武力、暴力”。分词 σφριγῶντʼ(“强壮的、膨胀的”)修饰 μῦθον,指代依仗武力的傲慢言辞。

引用这一段

欧里庇得斯, 祈愿人 §424-503. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:424-503

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。