Humanitext Reader

欧里庇得斯 · 祈愿人 §339-423

决意出兵忒拜与关于政体的辩论

第 5 段,共 14 段 · 希腊语

内容简介

忒修斯接受了埃特拉的劝说,决定派遣使者前往忒拜要求安葬死者,并准备诉诸武力。此时,一名忒拜传令官抵达,双方就民主制与僭主制的优劣展开了激烈的辩论。

§339φεύγειν τὰ δεινά.
去逃避危险。
πολλὰ γὰρ δράσας καλὰ §340ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην, §341ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
因为我曾做过许多高尚的事迹,并在希腊人中选择确立了这样的习惯,那就是始终作为恶人的惩罚者。
§342οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
因此,我绝不可能拒绝面对劳苦。
§343τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, §344ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ §345πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;
因为凡人中那些敌视我的人会对我评头论足什么呢,当生养我且为我百般担忧的您,竟然最先命令我承担起这项重担?
§346δράσω τάδʼ·
我会这样做的。
εἶμι καὶ νεκροὺς ἐκλύσομαι §347λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς §348ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
我要前去,解救死者,用言语去说服;若是不行,便诉诸武力之矛,此事终将实现,且不会招致神明的震怒。
§349δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
而且我希望这件事也能得到整个城邦的决议通过。
§350δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου §351προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
只要我首肯,决议自然会过;但若能让他们共同参与商议,我便能让民众更加拥护。
§352καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν §353ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.
因为我已经解救了这所拥有平等投票权的城邦,使民众处于主权者的地位。
§354λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων §355ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, §356λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους §357ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους §358Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
我要带着阿德拉斯托斯作为我言论的实证,走向市民大众;并在说服他们之后,召集起雅典选拔出来的青年,回到这里;在全副武装戒备的同时,我将向克瑞翁派遣使者,要求他交还死者的遗体。
§359ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη §360μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, §361φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ §362δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων — §363κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται §364παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
但是,年迈的妇人们啊,请取下我母亲身上那尊贵的(哀求的)花冠,好让我把她带回埃勾斯的府邸,执起她亲切的手;因为对于父母,儿女之中,若有不思反哺侍奉者,便是可悲的—— 这是最美丽的馈赠;因为付出者日后自会从自己的孩子那里得到他曾给予父母的同样回报。
§365— ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, §366ἐκλύετε τάδʼ, ἐκλύετε §367ἄνακτος ὅσια περὶ θεοὺς §368καὶ μεγάλα Πελασγίᾳ §368aκαὶ κατʼ Ἄργος.
(歌队)养育骏马的阿耳戈斯啊,噢,我祖先的土地,听听这些话吧,听听吧,听听这位国王对神明虔敬的行为,以及他在佩拉斯吉亚,在阿耳戈斯做出的伟大功绩。
§369— εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν §370ἱκόμενος ἔτι ματέρος §371ἄγαλμα φόνιον ἐξέλοι, §372γᾶν δὲ φίλιον Ἰνάχου §372aθεῖτʼ ὀνήσας.
但愿他能到达我痛苦的终点,并超越痛苦,将母亲们的血染的骄傲拯救出来,并在造福于伊纳科斯的土地之后,使之成为友好的城邦。
§373— καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος §374χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
敬虔的努力是城邦的美丽荣耀,并伴随着永远的恩义。
§375τί μοι πόλις κρανεῖ ποτʼ;
这所城邦终将为我做出何种决议?
ἆρα φίλιά μοι §376τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
它会与我结下友好的契约,而我们能为孩子们争取到安葬吗?
§377— ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, §378νόμους βροτῶν μὴ μιαίνειν.
去救援母亲吧,城邦啊,帕拉斯的城邦,去救援吧,莫要让凡间的律法蒙受玷污。
§379σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ §380νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.
你确实敬重正义,而将极少的容忍分给不义,并总是拯救所有不幸的人。
§381τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς §382πόλει τε κἀμοί, διαφέρων κηρύγματα· §383ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ §384σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε· §385Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, §386συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν, §387φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
(忒修斯)你总是掌握着这门传令的技艺,为城邦和我效力,四处传递公告;越过阿索波斯河和伊斯墨诺斯的水流,对卡德摩斯人那傲慢的僭主如此宣告: “忒修斯请求你,出于善意允许安葬死者,” “作为居住在相邻土地上的邻人,他认为理应获得这个要求,” “并使埃瑞克修斯的全体子民都成为你的朋友。
§388κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος §389στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι· §390Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
” 若是他们愿意,你便致谢并火速返回;但若他们拒绝,则有第二句话:让他们准备迎接我那手持盾牌的狂欢队伍(军队)。
§391στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν §392Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
军队已经整队待命,并在此接受检阅,在神圣的卡利科罗斯泉水周围准备就绪。
§393— καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο §394πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
事实上,城邦心甘情愿、满心欢喜地接受了这项重担,一察觉到我的意愿之后。
§395ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
咦,是谁在阻碍我们的交谈,朝这里走来?
§396Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι, §397κῆρυξ.
似乎是卡德摩斯人的传令官,虽说还看不真切。
ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου §398μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
且慢,要是他来到这里,迎头碰上我的打算,或许能省去你的一番奔波。
§399τίς γῆς τύραννος;
(忒拜传令官)谁是这片土地的僭主?
πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ §400λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
我应该向谁传达克瑞翁的旨意?
§401Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους §402πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
在埃特奥克勒斯于七门城墙旁死在其兄弟波吕涅克斯手下之后,正是克瑞翁在统治着卡德摩斯的土地。
§403πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, §404ζητῶν τύραννον ἐνθάδʼ·
(忒修斯)外邦人啊,首先你这话一开头就错了,在这里寻找僭主。
οὐ γὰρ ἄρχεται §405ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.
因为这所城邦并不归单单一人统治,它是一座自由的城市。
§406δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει §407ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς §408τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
民众通过每年轮流更替的方式掌握主权,并不把最多的权力赋予财富,而是让穷人也享有平等的权利。
§409ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως §410κρεῖσσον·
(传令官)在这单单一点上,你就如掷双六棋般给了我们优势。
πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο §411ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·
因为我所来自的那座城邦,是由一个男人统治,而非被乌合之众所把持。
§412οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις §413πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει, §414τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν, §415ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις §416κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
也没有人会用花言巧语蛊惑人心,为了个人的私利将城邦左右摆布,他在当下一味讨好、大献殷勤,日后却带来祸害,接着又用新的诽谤来掩盖先前的过失,从而逃脱惩罚。
§417ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους §418ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
此外,如果不能正确审视言论,民众又怎能引导城邦步入正轨?
§419ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους §420κρείσσω δίδωσι.
因为时间带来的教益,远胜过急躁。
γαπόνος δʼ ἀνὴρ πένης, §421εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο §422οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
而一个贫穷的耕作者,即使他并非无知,也会因为终日劳作而无法顾及公共事务。
§423ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
这对那些更为优越的阶层来说,确实是一种弊病,

词汇与语法注释

  1. 339φεύγειν — 续接前一章(§338)中表示“与我的品行不相符”的“οὐχὶ πρόσφορον τρόποις”的不定式,在句中作主语或补足成分。
  2. 352κατέστησʼ αὐτὸν ἐς μοναρχίαν — 虽然“αὐτόν”为单数,但语境上指代“δῆμος”(民意/民众)。在此描述忒修斯废除君主专制后,使民众本身处于国家主权者(君主)之位的神话建国背景。
  3. 369ματέρος — 虽为单数形式,但此处代指歌队中所有的“母亲们”。与接下来的“ἄγαλμα φόνιον”连用,指代她们战死沙场、血染的爱子遗体。
  4. 409δίδως κρεῖσσον — 伴随双六棋或板戏(pessoi)比喻的表达,意为“在棋局上让出一步好棋/输送了一个优势”。
  5. 417μὴ διορθεύων — 带否定词“μὴ”的条件分词,其逻辑主语为后文的“δῆμος”(民众),整句表示“如果民众不能正确审视言论/理清思路”这一条件。

引用这一段

欧里庇得斯, 祈愿人 §339-423. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:339-423

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。