Humanitext Reader

欧里庇得斯 · 祈愿人 §259-338

埃特拉劝说忒修斯接受哀诉

第 4 段,共 14 段 · 希腊语

内容简介

阿德拉斯托斯诉说共同的血缘,悲伤的母亲们则向埃特拉哀求,恳求能收回并埋葬战死的儿子。埃特拉随后极力劝说其子忒修斯,指出为了神圣律法和雅典的荣誉,应当接受哀诉。

§259αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ §260θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν §261Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς, §262ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
把(那些枝条)留在这里,通过铺设叶子的(哀诉)仪式,让诸神、大地、以及携火的女神得墨忒耳,以及太阳的光芒作为见证,证明我们向神明的祈祷根本无济于事。
§263ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς §264ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
(你的祖先)是佩洛普斯的儿子,而我们作为佩洛普斯土地的人,拥有与你相同的父辈血脉。
§265τί δρᾷς;
你想做什么?
προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς §266γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
你要背弃她们,将她们驱逐出境吗,这些未能获得任何应得之物的年迈妇人们?
§267μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, §268δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν §269ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς §270οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
千万不可如此;因为野兽以岩石为避难所,奴隶以神明的祭坛为避难所,而城邦在遭受风暴时会向另一个城邦寻求庇护;因为在凡人之中,没有任何事物能永远幸福安康。
§271βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, §272βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, §273τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
去吧,不幸的女人,离开珀耳塞福涅的神圣殿堂,去吧,把手搭在她的膝盖上向她哀求,去收回战死孩子们的遗体——啊,可怜的我!
§274οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
—— 那些我在卡德摩斯城墙下失去的孩子们。
§276πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, §279ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· §280οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν §281οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
我抚摸着您的胡须哀求您,亲爱的人啊,希腊最享盛誉的人啊,我环抱起您的膝盖,伸出我这可怜的手向您乞求;请因我的孩子们怜悯我,一个发出可怜哀歌的可怜流浪乞求者,一个吐露着凄惨悲歌的人。
§282μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν §283παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
孩子啊,求你不要对那些在卡德摩斯土地上未被埋葬、沦为野兽之食且与你同龄的孩子们视而不见,我乞求你。
§284βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι §285γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
请看看我眼帘上的泪水,我正这样跪倒在您的膝盖旁,只为给孩子们争取一个葬礼。
§286μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη §287βαλοῦσα τῶν σῶν;
忒修斯:母亲,您为何哭泣,用您那精致的衣裳遮住双眼?
ἆρα δυστήνους γόους §288κλύουσα τῶνδε;
莫非是因为听到了她们凄惨的哀号?
κἀμὲ γὰρ διῆλθέ τι.
因为我的心也被触动了。
§289ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει §290σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
抬起您苍白的长发吧,请不要再落泪,正坐在德奥的神圣祭坛旁。
§291αἰαῖ.
埃特拉:哀哉!
§291bτὰ τούτων οὐχὶ σοὶ στενακτέον.
忒修斯:您不该为她们的命运叹息。
§292ὦ τλήμονες γυναῖκες.
埃特拉:噢,不幸的妇女们!
§292bοὐ σὺ τῶνδʼ ἔφυς.
忒修斯:您又非她们一员。
§293εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
埃特拉:孩子,我可以对你说些对你和城邦都有光彩的话吗?
§294ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
毕竟,即便是女人,也能说出许多聪慧的话语。
§295ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
忒修斯:但您藏在心中的话,却让我感到疑虑。
§296αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.
埃特拉:对朋友隐瞒有益的话,才是真正可耻的。
§297οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε §298τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, §299οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν §300δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
我绝不会现在保持沉默,日后却又责怪我今日不该不合时宜地保持沉默,也不会因为害怕女人发表好的见解毫无用处,便因恐惧而放弃我说出善言的机会。
§301ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν §302σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας· §303τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.
孩子,我首先要求你关注神明的事情,免得你因轻慢神明而犯下大错;在其他方面你都很聪明,唯独在这件事上你糊涂了。
§304πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν §305τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως· §306νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει, §307κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, §308ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς §309τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν §310ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί, §311νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος §312παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις §313τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
此外,如果对于遭受不义之人,不需要去展现勇敢,我倒会非常安静地呆着;但现在,你应当知道这件事能为你带来多大的荣耀,孩子,向你进言并不会带给我任何恐惧,那些暴虐之徒剥夺了死者应享的坟墓与葬仪分子的权利,你应当亲自动手迫使他们顺应这一天理,去阻止那些混淆全希腊律法的人;因为真正维系人类城邦的,正是每个人都妥善遵守法律之时。
§314ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν, §315πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, §316δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου §317ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, §318οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν §319χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
定会有人说,因为你手无锋芒,当你的城邦本可以赢得光荣的冠冕时,你却因害怕而退缩,虽然你曾与野猪搏斗,忍受了毫无价值的劳累,但在必须直面头盔与长矛之锋、奋力拼搏的时候,你却被发现是个懦夫。
§320μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε.
孩子啊,既然你是我的儿子,就绝不可做出这种事。
§321ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη §322τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει §323σὴ πατρίς;
你难道没有看到,当你的祖国遭到愚蠢者的嘲弄时,如何用严厉的目光回敬那些嘲笑她的人吗?
ἐν γὰρ τοῖς πόνοισιν αὔξεται· §324αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις §325σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
因为她是在艰难困苦中成长壮大的;而那些安于现状、在黑暗中行事的城邦,也因为过分谨慎而目光阴暗。
§326οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις §327προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
难道你不去帮助那些死者和不幸的妇女吗,孩子,她们正需要你的援助啊?
§328ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον, §329Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα, §330ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν §331πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
因为我不怕你心怀正义挺身而出,虽然看到卡德摩斯的子民(忒拜人)如今正得意,我确信他们还会掷出命运的其他骰子;因为神明会让一切重新颠倒。
§332ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς §333κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
歌队:噢,最亲爱的妇人,您对他也好,对我也好,都说得太好了;这真成了双重的喜悦。
§334ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι §335ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην §336γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων· §337ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς, §338ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
忒修斯:母亲,您所说的话就此人而言是正确的,而我也已经表明他因何等错误的决策而招致毁灭,我已经阐明了自己的观点;但我也看到了您对我的告诫,对于我的品行而言,退缩是不相符的

词汇与语法注释

  1. 259φυλλάδος καταστροφῇ — φυλλάδος(叶子,嫩枝)与 καταστροφῇ(通常意为“颠覆”或“终结”)的结合,在此处作为一种仪式性表达,意为“在祭坛上铺设哀诉的枝条”或“散落叶子”。
  2. 263ὃς Πέλοπος ἦν παῖς — 关系代词 ὅς(“他”)的先行词在原文中并未明确指出。它可以指阿德拉斯托斯的祖先,或是忒修斯的外祖父庇特乌斯(佩洛普斯之子)。在此文境中,其作用是强调两大家族共同继承了源自佩洛普斯的祖辈血脉(ταὐτὸν πατρῷον αἷμα)。
  3. 291bστενακτέον — 使用动词性形容词 στενακτέον(应当叹息)的无人称句构,伴随着表示行为者的与格 σοί(被你)以及作为主语的中性复数 τὰ τούτων(她们的境遇)。它表达了义务或必要性:“她们的境遇不应当被你叹息。”
  4. 304εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν — 伴有无人称动词过去时 ἐχρῆν(原本应当)的条件从句,表达与过去事实相反的假设。现在分词 ἀδικουμένοις(遭受不义之人)以与格形式出现,作为补语或表示“为了……”。

引用这一段

欧里庇得斯, 祈愿人 §259-338. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:259-338

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。