Humanitext Reader

欧里庇得斯 · 赫卡巴 §720-798

赫卡贝向阿伽门农求助复仇

第 9 段,共 15 段 · 希腊语

内容简介

阿伽门农前来催促赫卡贝埋葬波吕克塞娜,却发现了被害的波吕多罗斯的尸体。赫卡贝向阿伽门农屈膝哀求,请求他协助惩罚违背客礼、为夺黄金而杀害其子的波吕墨斯托耳。

§720μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
你甚至没有怜悯这个孩子的肢体。
§722ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν §723δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
噢,不幸的人啊,神——无论是哪一位对你如此残酷——把你变成了凡人中最痛苦的人。
§724ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας §725Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
但是,我看见了我们的主人阿伽门农的身影,朋友们,此后我们就保持沉默吧。
§726Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ §727ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι §728μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
阿伽门农:赫卡贝,既然塔尔提比乌斯已经向我转告,阿开亚人谁也不准触碰你的女儿,你为什么还不去把你的孩子埋葬在坟墓里?
§729ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν· §730σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
我们确实听之任之,未曾触碰;而你却在迁延,以致我感到诧异。
§731ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ §732πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
我来是为了送你走;因为那里的事情已经办妥了——如果这些事情中有什么算是好的话。
§733ἔα·
呀!
τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ §734θανόντα Τρώων;
我看见在帐篷旁死去的这个特洛伊男人是谁?
οὐ γὰρ Ἀργεῖον πέπλοι §735δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
因为裹着尸体的衣袍告诉我,他不是阿开亚人。
§736δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
赫卡贝:(独白)可怜的我啊,我说“你”其实是在说我自己。
§737Ἑκάβη, τί δράσω;
赫卡贝,我该怎么办?
πότερα προσπέσω γόνυ §738Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
我是该向眼前的阿伽门农屈膝哀求,还是默默承受这些灾祸?
§739τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν §740δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις;
阿伽门农:你为什么背对我、掩面哭泣,而不说出发生了什么事?
— τίς ἔσθʼ ὅδε;
——这人是谁?
§741ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος §742γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
赫卡贝:(独白)但是,如果他把我当作女奴和敌人,把我从他的膝盖旁推开,我只会给自己增添痛苦。
§743οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων §744ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
阿伽门农:我绝非生来就是预言家,不听你的话,就无法探寻你意图的走向。
§745ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς §746μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
赫卡贝:(独白)难道我是在以怨报德,把一个并非不怀好意的人的心思,往敌意的方向去过度推测了吗?
§747εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, §748ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
阿伽门农:如果你希望我对这些事一无所知,那我们正一拍即合;因为我也不想听。
§749οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ §750τέκνοισι τοῖς ἐμοῖσι.
赫卡贝:(独白)没有这个人的帮助,我无法为我的孩子报仇。
τί στρέφω τάδε;
我为何还在犹豫不定?
§751τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.
必须勇往直前,无论成败。
§752Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων §753καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος
——(对阿伽门农)阿伽门农,我凭着你这双膝、你的胡须以及你那幸福的右手,向你哀求。
§754τί χρῆμα μαστεύουσα;
阿伽门农:你企求的是什么?
μῶν ἐλεύθερον
难道是重获自由之身?
§755αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
那对你来说倒是容易办到。
§756οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη §757αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
赫卡贝:绝非如此;但若能惩罚恶人,我甘愿终身为奴。
§758καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
阿伽门农:那么,你到底在召唤我们给予你怎样的协助?
§759οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.
赫卡贝:王啊,绝非你所想的那些事情。
§760ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;
—— 你看见这具尸体了吗,我正对着他洒下眼泪?
§761ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
阿伽门农:我看见了;然而,这背后的缘由我却无从知晓。
§762τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
赫卡贝:我曾怀着这孩子,在我的裙带之下孕育了他。
§763ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
阿伽门农:噢,可怜的人,这是你孩子中的哪一个?
§764οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.
赫卡贝:不是在伊利翁城下战死的普里阿摩斯的那些儿子之一。
§765ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;
阿伽门农:妇人啊,难道你除了那些孩子之外,还生了别的孩子吗?
§766ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
赫卡贝:看来是徒然生育了,就是你所看见的这一个。
§767ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
阿伽门农:那么,城池陷落之时,他在哪里?
§768πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
赫卡贝:他的父亲害怕他丧生,把他送走了。
§769ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
阿伽门农:他把当时仅存的孩子们中唯独这一个,分离到了哪里?
§770ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
赫卡贝:就是这片土地,他死后被发现的地方。
§771πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
阿伽门农:送到统治这片土地的男人,波吕墨斯托耳那里吗?
§772ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
赫卡贝:他被送到这里,作为那最痛苦的黄金的守护者。
§773θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
阿伽门农:那么他死于谁手,遭遇了怎样的命运?
§774τίνος γʼ ὑπʼ ἄλλου;
赫卡贝:还能有谁?
Θρῄξ νιν ὤλεσε ξένος.
那色雷斯异邦客人害死了他。
§775ὦ τλῆμον·
阿伽门农:可怜的人!
ἦ που χρυσὸν ἠράσθη λαβεῖν;
难道他真的渴望夺取那些黄金吗?
§776τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
赫卡贝:正是如此,当他得知弗里吉亚人的灾难之时。
§777ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
阿伽门农:那么你在哪里找到他的?
§778ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
或者谁把尸体运来的?
§779τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
赫卡贝:是这个女人,在海滩上偶然遇见的。
§780λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ.
阿伽门农:她是在寻找他,还是在忙于别的事情?
§781κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
赫卡贝:她原本要去海里为波吕克塞娜汲取沐浴的水。
§782θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.
阿伽门农:看来,那异邦客人杀了他,并把他抛弃了。
§783ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
赫卡贝:是啊,让他漂泊于海上,并像这样切碎了他的肉体。
§784ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
阿伽门农:噢,遭受无尽痛苦的不幸女人啊!
§785φεῦ φεῦ·
赫卡贝:我彻底毁灭了,阿伽门农,再没有什么灾祸留下了。
τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
阿伽门农:哀哉,哀哉!
§786οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
有哪个女人一生下来就如此不幸?
§787ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ §788ἄκουσον.
赫卡贝:绝无他人,除非你指的是“命运”女神本身。
εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, §789στέργοιμʼ ἄν·
但是,请听听我为何跪倒在你的膝下。
εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ §790τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, §791ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω §792δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
如果我的遭遇在你看来是理所应当的,我便甘愿承受;但若相反,请你为我惩罚那个男人,那个最不敬神明的异邦客人,他既不畏惧地下之人,也不畏惧地上之神,做出了最不敬的事情。
§793κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί, §794ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων, §795τυχὼν δʼ ὅσων δεῖ —. καὶ λαβὼν προμηθίαν §796ἔκτεινε·
他曾多次与我同席共餐,在我的朋友里,他在客礼的亲密程度上本是居于首位的,并且得到了他所需要的一切——然而他利用我们的无防备,杀害了我的孩子。
τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο, §797οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
而且,即使他想要杀害,他也未曾给予孩子坟墓的体面,反而将其抛入大海。
§798ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
确实,我们或许只是女奴,软弱无力;

词汇与语法注释

  1. §720μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας. — 承接前文 §718 的语境(“用铁剑将其割裂……”),此处省略了表示“切碎、肢解”的动词,而 `μέλεα` 既承接该省略动作的宾语,亦可直接作为 `ᾤκτισας`(怜悯)的宾语。
  2. §736δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ — 赫卡贝自言自语。在用第二人称的 `σέ` 搭配呼格 `δύστηνʼ`(不幸的人啊)呼唤自己的同时,紧接着通过 `ἐμαυτὴν γὰρ λέγω`(我是在说我自己)进行说明,展现其内心的矛盾与挣扎。
  3. §741ἄλγος ἂν προσθείμεθʼ ἄν. — 语气小词 `ἄν` 在同一个归结节中重复出现(`ἂν... ἄν`)。这是雅典方言散文和悲剧中的典型写法,通过在句首附近和动词旁双重使用 `ἄν` 来强调虚拟或潜在的语气(“我将会增添痛苦”)。
  4. §788εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ — 此处省略了不代不定式结构中的主格/宾格 `με`(即 `ὅσιά [me] παθεῖν`,“我遭受合理的事”)。`δοκῶ` 在此作主观判断用(“若在您看来……”),构成条件句的主干。

引用这一段

欧里庇得斯, 赫卡巴 §720-798. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg007.humanitext-grc2:720-798

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。