Humanitext Reader

欧里庇得斯 · 赫卡巴 §799-874

赫卡贝的劝说与阿伽门农默许复仇

第 10 段,共 15 段 · 希腊语

内容简介

赫卡贝向阿伽门农哀求,希望惩罚违背客礼并杀害其子的波吕墨斯托耳。尽管阿伽门农心存怜悯,但因畏惧希腊军队而面露犹豫,对此赫卡贝提出只需他保持知情与暗中协助,从而免除其后顾之忧。

§799ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν §800Νόμος·
但是,诸神是强有力的,统治着他们的法(诺摩斯)也是强有力的。
νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα §801καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
因为凭着法,我们信仰诸神,并且区分着非义与正义而生活。
§802ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται, §803καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους §804κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν, §805οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
如果这法传到你那里却遭到毁灭,而那些杀害宾客、或胆敢掠夺神殿的人不受到惩罚的话,人间就再也没有任何公正可言了。
§806ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
因此,请将这些事视为可耻,并敬重我吧。
§807οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς §808ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
怜悯我们吧;像画家那样退后一步,看着我,审视我所承受的苦难。
§809τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν, §810εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα, §811ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν
我曾是王后,如今却是你的女奴;曾育有众多子嗣,如今却是无子嗣的孤单老妇,失去城邦、流离失所,成了凡人中最悲惨的人。
§812οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
哀哉,可怜的我! 你抬起脚要往哪里避开我?
§813ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
看来我注定一事无成;噢,可怜的我啊!
§814τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα §815μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, §816Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην §817οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν §818μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε §819πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
为何我们凡人对其他所有学问都如理所应当那般劳苦学习、多方探求,却对那统治人类的唯一主宰‘说服’(佩托),不肯付出更多努力去彻底掌握它,不愿付学费去学习,以便在需要时能够说服自己想要说服的人,并同时如愿以偿?
§820πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
那么,此后还有谁能指望事事顺遂呢?
§821οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι, §822αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος.
因为我曾经拥有的孩子们,如今已不复存在,而这个女儿也身陷可耻的境地成了俘虏。
οἴχομαι· §823καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
我彻底完了;我眼看着那城邦的硝烟正往上飘升。
§824καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, §825Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
然而——也许在我的言语中,这有些虚空无妄,那就是抬出库普里斯(阿佛洛狄忒);但即便如此,我也必须说出来。
§826πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται §827ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
在你的枕边,我的女儿正与你同眠,那被弗里吉亚人称为卡珊德拉的、深受神启的少女。
§828ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
王啊,你将在何处展现对那些温存良夜的恩情呢?
§829ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων §830χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
或者,因那床榻上最亲密的拥抱,我的女儿,以及通过她而获益的我,会得到怎样的回报呢?
§833ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
那么,现在请听着:你看见这个死去的孩子了吗?
§834τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν §835δράσεις.
你若对他行善,就是对你的姻亲行善了。
ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
我的话语中还缺少最后一点。
§836εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι §837καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει §838ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, §839ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων §840κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
如果我的双臂、双手、头发和双脚的脚步都能拥有声音,无论是凭借代达罗斯的技艺,还是某位神明之力,好让它们一同抱住你的膝盖,痛哭着,用尽各种言辞来恳求你。
§841ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος, §842πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι §843τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
主人啊,希腊人最伟大的光芒啊,求你听从我,向这个老妇人伸出复仇的双手吧,即使她卑微如无物,但即便如此。
§844ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν §845καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
因为服从正义,并在任何地方都始终惩治恶人,这才是高贵之人的本分。
§846δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει, §847καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν, §848φίλους τιθέντες τούς γε πολεμιωτάτους §849ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
阿伽门农:真是奇妙,凡人遭遇的一切竟是如此交错,而法度又规范了种种必然,使最敌对的人成为朋友,而使从前友好的人变成仇敌。
§850ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, §851Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω, §852καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον §853καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην, §854εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς, §855στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν §856Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
赫卡贝,因着怜悯之情,我接纳了你、你的孩子和你的命运,也接受了你哀求的手;为了神明,也为了正义,我愿意为你惩罚那个不敬神明的客人,如果这能够以某种方式既对你有利,又不会让军队觉得,我是为了卡珊德拉的缘故,而对色雷斯之王策划了这场谋杀。
§857ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι· §858— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός, §859τὸν κατθανόντα δʼ ἐχθρόν·
因为在某一点上,我也陷入了困惑:军队认为那个男人是友好的,而把死去的孩子视为敌人。
εἰ δὲ σοὶ φίλος §860ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —
但如果对你而言他是珍视的人,这只是私人的事,与军队无关。
§861πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις §862σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι, §863βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
对此你且思量;你当知道我愿意与你共同承担,并迅速给予协助,但若要在阿开亚人中招致指责,我便不得不迟疑。
§864φεῦ.
赫卡贝:唉!
§864aοὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος· §865ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, §866ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ §867εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
凡人之中没有一个是自由的;因为他要么是财富的奴隶,要么是命运的奴隶,要么是城邦的大众,要么是成文的法度,阻碍着他按照自己的意图去行动。
§868ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις, §869ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
既然你心存畏惧,又如此顺从大众,我便让你免去这份担忧。
§870σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν §871τῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
因为,若我对杀害这孩子的人策划什么报复,你只需知情,切勿共同参与。
§872ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία §873πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται §874φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
而当那色雷斯人遭受他应得的报应,若是阿开亚人中出现什么骚动或救援之举,请暗中加以阻拦,切勿显得是为我而做。

词汇与语法注释

  1. 802ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται — 关系代名词 `ὃς`(先行词为前一行的 `Νόμος`)与条件从句 `εἰ... διαφθαρήσεται` 相连。分词短语 `ἐς σʼ ἀνελθὼν`(“传到你那里/呈递到你面前”)表示法度的执行与正义的实现已被托付给作为最高权力者的国王。
  2. 816Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην — 语法上,`Πειθὼ` 是 `σπουδάζομεν μανθάνειν`(“热心学习”)的宾语。`τὴν τύραννον`(“唯一的主宰”)作为同位语修饰 `Πειθὼ`,强调了“说服”在人类社会中所具有的至高无上的力量。
  3. 836εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι — 使用希求语气(optative)`γένοιτο` 表达一种无法实现的愿望(或潜在条件)。赫卡贝富有诗意地设想自己的身体部位(双臂、双手、头发、双足)能够拥有声音去说服阿伽门农,并联想到了代达罗斯那传说中会活动的雕像或神明的奇迹。
  4. 854εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς — 希求语气 `φανείη` 表达了一种谨慎的愿望或条件(“如果以某种方式[某种途径]能够显现的话”)。`ὥστε` 从句表示结果(“从而对你有利”),反映出阿伽门农顾虑复仇的执行不能危及他自己的政治立场。

引用这一段

欧里庇得斯, 赫卡巴 §799-874. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg007.humanitext-grc2:799-874

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。