Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §668-745

佩雷乌斯解救安德洛玛刻与梅涅拉俄斯的离去

第 9 段,共 15 段 · 希腊语

内容简介

梅涅拉俄斯与佩雷乌斯就海伦的不贞以及希腊将领的虚荣展开激烈争论,佩雷乌斯动手解开并解救了安德洛玛刻。梅涅拉俄斯避免进一步冲突,宣布暂时离开。

§678γέρων γέρων εἶ.
梅涅拉俄斯:老人啊,你真是个老人。
τὴν δ’ ἐμὴν στρατηγίαν §679λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
说到我的统帅权,你与其谈论我的事,倒不如保持沉默对我的帮助更大。
§680Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, §681καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα· §682ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες §683ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία §684πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
海伦受苦并不是她自愿的,而是由于神明的意志,而这对希腊带来了极大的益处;因为那些原本对武器和战斗一无所知的人,借此迈向了勇敢;而彼此的交往,对凡人来说是万事的教师。
§685εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ §686γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
而如果我见到我的妻子,克制住没有杀她,那么我当时是明智的。
§687οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
即使是你,想必也不愿意杀害福科斯。
§688ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν· §689ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία §690μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
我来找你是因为好意,而不是出于愤怒;但如果你急躁易怒,对你来说,言语上的无益纠纷会变得更大,而对我来说,深谋远虑则是一种收获。
§691παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε· §692λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
歌队:快停止吧,因为这才是远为最好的事,停止这无益的争吵,免得你们两位同时犯下错误。
§693οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
佩雷乌斯:唉,在整个希腊,这是一种多么糟糕的惯例!
§694ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός, §695οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε, §696ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται, §697ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ, §698οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
每当军队立起击败敌人的战胜纪念碑时,人们并不认为这是劳苦功高者的功劳,而是由将领一人独占荣誉,但他不过是与其他成千上万人一样挥舞长枪的一员,并没有比任何人做得更多,却得到了更大的名望。
§699σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν §700φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες· §701οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι, §702εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
他们神气活现地在城邦的官署里身居高位,自以为比人民更伟大,实际上他们什么都不是;但如果人民同时拥有了勇气和意志,他们就会比这些人聪明万倍。
§703ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι §704Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ, §705μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
就像你和你的兄弟,神气活现地端坐在特洛伊,身居那里的统帅之位,靠着他人的劳苦和骨折而骄傲自满。
§706δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν §707ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε, §708εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης §709καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
但我会让你明白,永远不要以为伊达山上的帕里斯是个比佩雷乌斯更弱的对手,除非你赶紧从这个屋檐下滚出去,还有你那生不出孩子的女儿。
§710ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης· §711ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται §712τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
我的后代会揪着她的头发,把她从这间屋子里赶出去;她这只顽固的母牛,自己没有孩子,就无法忍受别人生儿育女。
§713ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι, §714ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
但是,如果她因为孩子的事而不幸,难道我们也要因此变得绝后吗?
§715φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω §716εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
走开,仆人们,好让我看看是否有人会阻拦我解开她的双手。
§717ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων §718πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
抬起你的身体来;因为我虽然颤抖,也要为你解开这皮革编织的紧紧绳结。
§719ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;
你就这样,你这最卑鄙的恶棍,作践了她的双手吗?
§720βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;
你以为是在用套索捆绑公牛或狮子吗?
§721ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε §722ἔδεισας;
还是你害怕她拿起剑来向你防卫?
ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος, §723ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ §724θρέψω μέγαν τοῖσδ’ ἐχθρόν.
到我的怀里来,孩子,帮妈妈一起解开绳索;在弗提亚,我会把你抚养长大,让你成为他们强大的敌人。
εἰ δ’ ἀπῆν δορὸς §725τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, §726τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.
如果长枪的荣耀和战斗的竞技不在斯巴达人身上,要知道,在其他方面你们什么都不比别人强。
§727ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος §728καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
歌队:老人们真是一群放纵自流之辈,由于易怒而难以防范。
§729ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· §730ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν §731οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
梅涅拉俄斯:你太过于急躁地流于辱骂了;但我既然强力来到了弗提亚,就既不会做任何卑劣的事,也不会默默忍受。
§732καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— §733ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω §734Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, §735νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω §736στρατηλατήσας χὑποχείριον λαβεῖν.
现在——因为我没有太多闲暇—— 我要回家了;因为在离斯巴达不远的地方,有一座城邦,以前是友好的,现在却采取了敌对行动;我想率领军队前去讨伐,将其收服于我手下。
§737ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, §738ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς §739γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
当我把那里的事情按照我的意愿处理妥当后,我会再来;到那时,我会亲自与在场的女婿进行面对面的交谈,互相申明道理。
§740κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ §741σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· §742θυμούμενος δὲ τεύξεται θυμουμένων, §743ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
如果他惩罚这女人,并且在今后对我们保持明智,他也会得到我们明智的对待;但如果他发怒,他也会遇到发怒的人,他将因他的所作所为得到相应的行动作回报。
§744τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω· §745σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
至于你的话,我很轻松地就承受了;因为你就像对面的影子一样,只有声音而已。

词汇与语法注释

  1. §686ἔσχον μὴ κτανεῖν — 动词 `ἔχω`(此处意为“克制、避免”)的过去不定过去时 `ἔσχον` 后面接不定式 `κτανεῖν`。不定式前的 `μὴ` 是伴随表示阻止或克制意义的动词时常见的“多余否定”(redundant negative),在翻译时不需译为双重否定。此外,条件句 `εἰ ... ἔσχον ... ἐσωφρόνουν` 的主句动词为直陈式未完成过去时,并非虚拟语气(非反事实条件句),而是表示过去既定事实的简单条件句(“如果我克制了没有杀她,那我当时是明智的”)。
  2. §692λόγων ματαίων — 属格短语 `λόγων ματαίων` 依附于前一句的动词 `παύσασθον`(“你们俩停止”),作表示分离的属格。由于中间夹杂了插入句 `λῷστα γὰρ μακρῷ τάδε`(“因为这是远为最好的”),从而产生了显著的语序割裂(hyperbaton)。
  3. §707μὴ τὸν Ἰδαῖον Πάριν ἥσσω νομίζειν Πηλέως — 不定式短语 `μὴ ... νομίζειν`(“不要认为”)作为 `δείξω`(“我将向你证明/表明”)的宾语。不定式的逻辑主语是接受者 `σοι`(“向你”),整句结构表示“我将使你无法再认为……”。`μὴ` 是修饰不定式的否定词。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §668-745. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:668-745

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。