§588σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
佩雷乌斯:我要用这柄权杖把你的头砸得鲜血淋漓吗?
§589ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
梅涅拉俄斯:你碰一下试试,好让你看清楚,到我跟前来。
§590σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
佩雷乌斯:难道你也算是个男人吗? 你这恶棍中的恶棍,恶棍的后代!
§591σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
在真正的男人中,哪里有你说话的份?
§592ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, §593ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, §594ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων §595πασῶν κακίστην.
你那被弗里吉亚人夺走妻子的家伙,居然把没有上锁、没有奴仆看守的家宅炉灶丢在脑后,仿佛自己家里真有一个贞洁的妻子一样,而她却是所有女人中最卑劣的。
οὐδ’ ἂν εἰ βούλοιτό τις §596σώφρων γένοιτο Σπαρτιατίδων κόρη, §597αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους §598γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις §599δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ §600κοινὰς ἔχουσι.
即使有人希望,斯巴达的姑娘也不可能变得贞洁,她们与年轻男子一起离开空无一人的家,露着大腿,衣衫不整,在跑道和竞技场上厮混,这对我来说是不可容忍的。
κᾆτα θαυμάζειν χρεὼν §601εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
那么,难道还需要觉得奇怪吗,如果你们没能把女人教育得贞洁?
§602Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων §603τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε §604νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
你本该拿这些去质问海伦,她离开家,抛弃了你对她的爱之纽带,与一个年轻男子一起私奔到了异国他乡。
可你居然为了那个女人,召集了如此庞大的希腊大军并带领他们前往伊利翁?
§607ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ, §608κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν §609μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
对于那个女人,你本该唾弃她而不动用长枪,在你发现她不贞之后,本该任由她留在那儿,甚至付给对方代价也绝不让她再进家门。
§610ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας, §611ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας, §612παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις, §613πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
但你根本没有往这个方向动脑筋,反而葬送了许多优秀的生命,让家中的老妇人失去孩子,孤苦伶仃,夺走了白发苍苍的父亲们高贵的子嗣。
不幸的我就是其中之一;在我眼里,你就是那个给阿喀琉斯带来诅咒的杀人凶手。
§616ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, §617κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν §618ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
你甚至连伤都没受,独自一人从特洛伊回来,反而把最华丽的盔甲装在精美的护套里,原封不动地怎么带去,又怎么带了回来。
§619κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ §620κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν §621κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ §622μητρῷ’ ὀνείδη.
而我曾对结婚的孙儿说过,既不要与你结为亲家,也不要把一个坏女人的小马驹(女儿)领进家门;因为她们会把母亲的污名带进家。
τοῦτο καὶ σκοπεῖτέ μοι, §623μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
求婚者们,也请为我考虑这一点,应该娶一位贤德母亲生的女儿。
此外,你对你的兄弟犯下了何等侮辱的事,你竟然极其愚蠢地命令他屠宰自己的女儿?
§626οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
你竟如此害怕自己会失去那不贞的妻子。
§627ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι— §628οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, §629ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος §630φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, §631ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
在攻克特洛伊后——为了你,我也来说说这事—— 你抓到了那个女人,却并没有杀她,反而一看到她的胸部,就扔掉了剑,接受了她的吻,讨好那只背叛的母狗,你这屈服于库普里斯的无耻之徒。
§632κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων §633πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ §634κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε §635καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, §636κεἰ τρὶς νόθος πέφυκε.
然后,你竟然乘着我孩子的家空无一人,跑来抢劫掠夺,并且不光彩地企图杀害那个不幸的女人和她的孩子,这个孩子迟早要让你和你家里的女儿抱头痛哭,即使他生来是个三重私生子。
很多时候,贫瘠的土地通过播种也能胜过肥沃的土地,许多私生子也比嫡出子更为优秀。
§639ἀλλ’ ἐκκομίζου παῖδα.
带走你的女儿吧。
κύδιον βροτοῖς §640πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον §641γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
对凡人来说,拥有一位贫穷但善良的姻亲和朋友,远胜过拥有一个邪恶而富有的;而你,根本一无是处。
§642σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα §643γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν §644ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
歌队:从微小的起因开始,舌头会为人类制造巨大的争端;而凡人中的智者会极力避免这一点,以免给朋友带来冲突。
梅涅拉俄斯:怎么能说老人们是智慧的,以及那些曾经在希腊人中被认为有远见的人?
§647ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, §648κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις §649ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
当你,佩雷乌斯,身为名父之子,在结为姻亲之后,却说着对自己可耻的话,并因为一个蛮族女人而向我们横加指责。
§650ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς §651ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί §652οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα §653πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, §654τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
你本该把这个女人驱逐到尼罗河的洪流之外,以及法西斯河的对岸,并且一直督促我,因为她是一个大陆的女人,在那里希腊最多倒在枪林弹雨下的尸体都躺在那儿,而她还与你儿子的血债有涉。
因为杀死你儿子阿喀琉斯的帕里斯,是赫克托耳的兄弟,而这个女人是赫克托耳的妻子。
§657καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος §658καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον, §659τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
而你居然和她走进同一个屋檐下,还认为值得和她过着同桌共食的生活,并任由她在家里生下最可憎的孩子。
我为了你我的长远考虑,长老啊,想要杀死她,却被你从我手中夺走。
§662καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου· §663ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο §664βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
不过,来吧,因为讲道理并不是什么可耻的事;如果我的女儿不生孩子,而这个女人生下了孩子,你难道要立他们为这片弗提亚土地的统治者?
εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ §667μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
难道我因为憎恨不义之事而不聪明,反倒是你更有智慧吗?