§746ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
他无能为力,除了只动嘴皮子之外什么也不会做。
§747ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς, §748σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου §749τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
佩雷乌斯:引路吧,孩子,站到我的怀抱中来,还有你,不幸的女人;因为经历了狂风暴雨的你终于来到了避风的港湾。
安德洛玛刻:老人啊,愿神明赐福予你和你的家人,因为你救了我的孩子和我这个不幸的人。
§752ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ §753πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με, §754γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ §755καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, §756μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
但请注意,免得他们在道路的僻静处伏击,强行将我带走,因为他们看到你是个老人,而我是个弱女子,这孩子也还幼小;请考虑这些,免得我们现在逃脱,过后却又被抓走。
§757οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
佩雷乌斯:千万不要说女人那些懦弱的话。
§758χώρει· τίς ὑμῶν ἅψεται;
走吧;谁敢碰你们?
κλαίων ἄρα §759ψαύσει.
他碰了就只有哭的份。
θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου §760πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα· §761ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς, §762ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον §763τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
因为托神明之福,我们统率着骑兵队和许多重装步兵,遍布整个弗提亚;我们依然挺拔,并非如你所想的老朽,相反,只要盯着这样的男人看一眼,我虽是老翁,也会立起战胜他的纪念碑。
因为一个勇敢的老人要比许多年轻人更为强大;一个懦夫空有强壮的身体又有什么用呢?
歌队:愿我不要出生在卑微之家,而是成为优秀父亲的继承人与富裕家园的分享者。
§770εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς §771οὐ σπάνις εὐγενέταις, §772κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων §773τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν §775ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ §776καὶ θανοῦσι λάμπει.
因为如果有人遭遇无可奈何的灾祸,出身高贵之人总是不乏防卫的手段,而从高贵的门户被宣扬出来的人,将获得荣誉和名声;时间绝不会夺走好人留下的遗迹,而美德即使对死者也依然闪耀。
与其用权力和嫉妒去颠覆正义,还不如不要获得那声名狼藉的胜利。
§781ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν, §782ἐν δὲ χρόνῳ τελέθει §784ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
因为这在当时对凡人来说是甜蜜的,但随着时间的推移,它会变得枯竭,并成为家族的耻辱。
§785ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, §787μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις §788καὶ πόλει δύνασθαι.
这种生活是我所赞美并追求的,也就是绝不让不义的权力在内室和城邦里得势。
§789ὦ γέρον Αἰακίδα, §790πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- §791ρων ὁμιλῆσαι δορὶ §792κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν §794ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων §795κλεινὰν ἐπὶ ναυστολίαν, §796Ἰλιάδα τε πόλιν ὅτε πάρος §798εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ, §800κοινὰν τὰν εὔκλειαν ἔχοντ’ §801Εὐρώπαν ἀφικέσθαι.
哦,老埃阿科斯,我相信你也曾和拉庇泰人一起,用你那最显赫的长枪与人马兽交战;并且乘着阿尔戈号穿过了不迎客的、波涛汹涌的海洋里的撞岩,进行了一次伟大的航行,而过去当宙斯之子用杀戮包围那著名的伊利翁城时,你共同分享了那光荣的名声,回到了欧洲。
乳母:哦,亲爱的女人们,在今天,恶事是如何接连不断地发生在另一件恶事之后的。
§804δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω, §805πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, §806οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν §807καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει, §808πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων §809ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ, §810ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
因为家里的女主人,我是说赫耳弥奥涅,由于被父亲抛弃,同时又因自己的所作所为而焦虑,因为她谋划了杀害安德洛玛刻和她的孩子的恶行,现在想要寻死,她害怕丈夫,担心会因为自己做过的事而被无情地赶出这个家门,或者是为了企图杀害不该杀的人而自己死掉。
§811μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην §812εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς §813ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
看守的仆人们好不容易才拦住想要悬梁的她,并从她的右手里夺走剑,将它移开。
ἐγὼ μὲν οὖν §816δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι· §817ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω §818θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων §819φίλων νέοι μολόντες εὐπιθέστεροι.
我自己为了阻止女主人上吊已经精疲力竭了,朋友们;你们快进到这屋里去,把她从死亡中解救出来吧;因为新来的朋友比起熟悉的人,说话往往更有说服力。
歌队:确实,我们听到了屋里仆人们针对你来报告的事情发出的呼喊。
§822δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει §823πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ §824φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
这个不幸的女人似乎要表明,在做了这可怕的事之后她是多么悲痛;因为她正走出屋子,逃避着仆人们的双手,一心想要寻死。
§825ἰώ μοί μοι·
赫耳弥奥涅:哎呀,我真惨,真惨!
§828ὦ παῖ, τί δράσεις;
乳母:孩子,你想要做什么?
σῶμα σὸν καταικιῇ;
你要自残身体吗?
§829αἰαῖ αἰαῖ·
赫耳弥奥涅:悲伤啊,悲伤!
§832τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
乳母:孩子,遮住你的胸口,把衣服系紧。
§836ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
乳母:你是因为谋划杀害丈夫的伴侣而感到痛苦吗?
赫耳弥奥涅:是啊,我为自己犯下的致命阴谋感到哀伤;哦,我是个被诅咒的人,在人类之中备受诅咒。
§840συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
乳母:你的丈夫会原谅你这个错误的。
还给我,亲爱的人,还给我,好让我刺入致命的一击;你为什么阻止我悬梁自尽?
§845ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
乳母:但我若在你不理智的时候放开你,让你死掉,那怎么行?
§846οἴμοι πότμου.
赫耳弥奥涅:哀悼我的命运。
§847ποῦ μοι πυρὸς φίλα φλόξ;
哪里有适合我的熊熊烈火?
§848ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
我又能在哪里的岩石上跳下去……