Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §921-1003

忒修斯宣布流放与希波吕托斯的自辩

第 11 段,共 16 段 · 希腊语

内容简介

忒修斯打破沉默,对希波吕托斯爆发雷霆之怒,谴责他虚伪的生活方式,并宣布将其驱逐。对此,希波吕托斯开始为自己辩护,坚称清白。

§921δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν §922τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
你所说的是一位可怕的智者,他能够强迫那些没有理智的人学会明辨。
§923ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ, §924δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
但是,父亲,你是在不需要的时候进行琐碎的推论;我担心在灾祸中你的舌头会流于过分。
§925φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον §926σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν, §927ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος, §928δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν, §929τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν, §930ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο §931πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
唉,凡人本该拥有某种明晰的关于朋友的凭证,以及对心灵的鉴别力,以此查明谁是真挚的友,谁非朋友;且所有的人都该有两种声音,一种是正义的,另一种则是随意的,好让那怀着不义心思的声音被正义的声音所揭露,如此我们便不会受骗。
§932ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει §933φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
莫非确实有哪个朋友在你的耳边谗毁了我,使我毫无过错却身陷困境?
§934ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με §935λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
我着实感到震惊;因为你那偏离正道、丧失理智的话语,令我惊慌失措。
§936φεῦ τῆς βροτείας·
哀哉人类的心灵!
ποῖ προβήσεται; φρενός.
它将走向何方?
§937τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
大胆与狂妄的终点又将在何处?
§938εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται, §939ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν §940πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ §941ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται §942τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
如果邪恶在人的生命中不断膨胀,后来者比前人更加恶劣,达到僭越的极限,那么神明就必须在这片大地上再增加另一块土地,用来容纳那些不义和天生邪恶的人。
§943σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς §944ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται §945πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
看看这个人,他由我所生,却玷污了我的床榻,并且被那死去的妇人昭然揭露,证实他是个极恶之人。
§946δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας, §947τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
既然你已陷入污秽之中,那就转过脸来,在这儿正视你的父亲。
§948σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ §949ξύνει;
难道就是你,作为一个超凡脱俗的人,与神明交往?
σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
就是你温良恭俭、不受邪恶侵染?
§950οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ §951θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
我绝不信你的吹嘘,免得把无知归于神明,做出愚蠢的判断。
§952ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς §953σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων §954βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
现在你就去吹嘘吧,用没有生命的食物兜售你的教义,以奥非妙斯为宗主,举行狂欢仪式,尊崇那些繁琐书籍的虚无烟尘!
§955ἐπεί γ’ ἐλήφθης.
因为你已经被当场抓住。
τοὺς δὲ τοιούτους ἐγὼ §956φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ §957σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
我警告所有人远离这样的人;因为他们用冠冕堂皇的言辞来猎取人,暗地里却在策划可耻的勾当。
§958τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
她死了;你以为这能救你吗?
§959ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
极恶的人啊,正是在这一点上,你被控诉得最深!
§960ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι §961τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
究竟还有什么誓言能更有力,还有什么话语能胜过她的死,从而让你逃脱罪责?
§962μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον §963τοῖς γνησίοισι πολέμιον πεφυκέναι· §964κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις, §965εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.
你会说她憎恨你,而且私生子天生就与嫡出子为敌;那么你就是说她是自己生命的拙劣买卖人,如果仅仅因为对你的敌意,她就毁掉了自己最宝贵的东西。
§966ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι, §967γυναιξὶ δ’ ἐμπέφυκεν;
还是说愚蠢不存在于男人身上,而是女人天生的本性?
οἶδ’ ἐγὼ νέους, §968οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους, §969ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα· §970τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
我知道有些年轻人,并不比女人安全一分一毫,当库普里斯激起他们青春的心灵时;然而他们的男性身份,在背后支撑着他们,反倒帮了他们的忙。
§971νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις §972νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
所以现在――既然死者已经作为最明确的证人呈现在这里,我何必还要用言语与你争辩?
§973ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς, §974καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, §975μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
快滚出这片土地,做个流放者,既不要去神圣建起的大雅典,也不要踏入我矛戈所辖之地的疆界。
§976εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι, §977οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ §978κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην, §979οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες §980φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
因为如果我遭受了你的这番对待却向你屈服,地峡的西尼斯将不再见证是我杀了他,而会说我只是徒然吹嘘;与大海相伴的斯喀戎岩石,也不会再说我对恶人是个沉重的惩罚。
§981οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα §982θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
我不知道该如何称凡人中谁是幸福的;因为曾经处于首位者,如今已被颠覆。
§983πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν §984δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους, §985εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
父亲,你心中的怒火与执念是可怕的;然而这桩事情,虽然听起来冠冕堂皇,但若有人将其层层剖析,却并不那么体面。
§986ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, §987ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
我不擅长在众人面前发表陈词,但在同龄人及少数人面前,我却更为明智。
§988ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς §989φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
这也有其道理;因为在智者中显得平庸的人,在群众面前反而更显口才。
§990ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης, §991γλῶσσάν μ’ ἀφεῖναι.
然而,既然灾难已经降临,我必须放言自辩。
πρῶτα δ’ ἄρξομαι λέγειν, §992ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν §993κοὐκ ἀντιλέξοντ’.
首先,我将从你最初发起攻击、企图毁灭我、且认定我无法反驳的地方说起。
εἰσορᾷς φάος τόδε §994καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ, §995οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
你看着这阳光与这大地:在这之中,哪怕你矢口否认,也绝没有比我更贞洁克己的人。
§996ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν, §997φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις, §998ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ §999μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις· §1000οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ, §1001ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
因为我首先懂得敬畏神明,也懂得与那些不企图行不义的朋友交往,他们心怀羞耻,既不吩咐恶事,也不对结交者以可耻的勾当作为回报;父亲,我绝非交游者的嘲弄者,而是对朋友始终如一,无论他们是不在身旁还是近在咫尺。
§1002ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς· §1003λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
并且,对于你如今以为能将我治罪的那一件事,我从未染指;因为直到今日,我的身体在男女之事上依然纯洁无瑕。

词汇与语法注释

  1. §925χρῆν — 非现实的义务。未完成过去时直说法的 χρῆν 在不带语气词 ἄν 的情况下使用,表示对与现实相反的事态的遗憾或愿望(“本应该……,但实际上并非如此”)。
  2. §930ὡς ... ἐξηλέγχετο ... κοὐκ ἂν ἠπατώμεθα — 未实现的意图或结果之表达。承接引导非现实愿望的 χρῆν(第925行),连词 ὡς 搭配直说过去时(ἐξηλέγχετο),表示未能实现的归结(“如此便会被揭露了”)。随后的 κοὐκ ἂν ἠπατώμεθα 则是标准的带有 ἄν 的直说未完成过去时反事实条件主句。
  3. §934σοὶ — 关系与格或伦理与格。意为“对于你”或“源自你”,与紧随其后的名词短语 λόγοι παραλλάσσοντες(偏离正轨的话语)相结合,加强了所有关系的色彩(“你那……的话语”)。使用与格旨在对说话对象表达强烈的关注或指责。
  4. §984τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους — 现在分词 ἔχον(中性单数)具有让步含义(“虽然具有……”),修饰主句中的 τόδε(第985行),即指代 τὸ πρᾶγμα。整句结构为:“这桩事情虽然有着漂亮的陈词,但若有人将其解开来看,却并不漂亮”。

引用这一段

欧里庇得斯, 希波吕托斯 §921-1003. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:921-1003

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。