Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §1004-1083

希波吕托斯申辩清白与忒修斯的斥责

第 12 段,共 16 段 · 希腊语

内容简介

希波吕托斯向父亲忒修斯极力申辩自己的清白与高洁,阐明自己毫无犯下不义之举的动机。然而忒修斯将其辩解视为巫术般的欺瞒,不顾誓言与神示,悍然判处他即刻流放。

§1004οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων §1005γραφῇ τε λεύσσων·
我对男女之爱一无所知,除了在传闻中听说,在画作中看过。
οὐδὲ ταῦτα γὰρ σκοπεῖν §1006πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
因为我甚至不想去注目这些事物,因我拥有一颗纯洁无暇的心灵。
§1007καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω· §1008δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
既然我的贞洁无法让你信服,那就算了吧;你必须向我表明,我是以何种方式堕落的。
§1009πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο §1010πασῶν γυναικῶν;
难道是因为这个妇人的身体,在所有女人中最为美丽?
ἢ σὸν οἰκήσειν δόμον §1011ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
还是我希望能通过娶她为妻,来染指并继承你的家产?
§1012μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
若是如此,我便是个蠢人,不,简直是丧失了理智。
§1013ἀλλ’ ὡς τυραννεῖν ἡδύ;
难道说,统治权力是甜美的?
τοῖσι σώφροσιν §1014ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν §1015θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
对于克己贞洁的人,绝非如此,除非独裁权力已经腐蚀了那些沉溺于其中的凡人的心灵。
§1016ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς §1017πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος §1018σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
我更愿意在全希腊的竞技中赢得第一名,而在城邦中甘居第二,始终与最优秀的朋友们共享安乐。
§1019πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν §1020κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
因为这既有自由活动的机会,且免于危险,相比独裁,这能带给人更胜一筹的快乐。
§1021ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις· §1022εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ, §1023καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην, §1024ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
我的自辩中唯有一点尚未提及,其余的你都已明了;因为如果有谁能作为我为人品性的证人,且在这妇人依然见得到光亮的时候进行审判,你若彻查事实,必定能看清谁才是恶人。
§1025νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς §1026ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων §1027μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
但如今,我对着司盟的宙斯与大地,向你发誓:我绝未染指你的床榻,既无此欲求,也未曾起过此念。
§1028ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος, §1029ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα, §1030καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου §1031σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
否则,愿我死后无声无名、受尽耻辱,无邦无家,成为在大地上流浪的亡命之徒,愿大海与陆地都拒绝收容我死后的躯壳,如果我天生是个恶人。
§1032εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον §1033οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
至于她是否因恐惧而自寻短见,我不得而知;因为对我而言,多言是不义的。
§1034ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν, §1035ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
她虽无法保持贞洁,却在死中守住了贞洁,而我们虽拥有贞洁,却未能善加运用。
§1036ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν, §1037ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
歌队:你提供神明为誓,献上不可轻视的保证,已经对这项控诉作出了充分的辩白。
§1038ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
忒修斯:这个人难道不正是个施法者和骗子吗?
§1039ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ §1040ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;
他侮辱了自己的生身之父,却自信能以温和的态度掌控我的心灵?
§1041καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ· §1042εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ, §1043ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν, §1044εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
希波吕托斯:父亲,我也对你这番态度深感惊异;如果你是儿子,而我是你的父亲,我必定已将你处死,而绝不用流放来惩罚你,如果你竟敢染指我的妻子。
§1045ὡς ἄξιον τόδ’ εἶπας·
忒修斯:你这话说的倒真像你!
οὐχ οὕτω θανῇ.
但你不会死得这么痛快。
§1047ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ· §1048ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς §1046ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον — §1051οἴμοι, τί δράσεις;
因为对于一个不幸的人来说,速死反倒是最轻松的;你将从祖辈的土地上流亡流浪—— 正如你为自己设定的这条法律一样—— 希波吕托斯:哀哉,你将作何打算?
οὐδὲ μηνυτὴν χρόνον §1052δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
你难道连查明真相的时间都不留给我们,就要将我驱逐出境吗?
§1053πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
忒修斯:去往大海的彼方,去往阿特拉斯的极边,只要我能做到。
§1054εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
我是如此地憎恶你的存在。
§1055οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων §1056φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
希波吕托斯:在没有查验誓言、保证以及先知预言的情况下,你就要在未经审判时将我赶出这片土地吗?
§1057ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη §1058κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα §1059φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
忒修斯:这块根本无需经过抽签占卜的木板,确实地控告着你;而至于那些在头顶盘旋的飞鸟,我根本不屑一顾。
§1060ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα, §1061ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
希波吕托斯:众神啊,既然我正被我所敬奉的你们所毁灭,我为何还不开口说明真相?
§1062οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ, §1063μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
绝不能开口;因为我无论如何也无法说服我必须说服的人,反倒会徒然破坏我所立下的誓言。
§1064οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
忒修斯:哀哉,你的这份道貌岸然正令我无比厌烦。
§1065οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
你还不快点滚出祖辈的土地?
§1066ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι;
希波吕托斯:可悲的我究竟该走向何方?
τίνος ξένων §1067δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
因这等罪名流亡,还有哪个异邦人会接纳我进入他的家门?
§1068ὅστις γυναικῶν λυμεῶνας ἥδεται §1069ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
忒修斯:自然是那些乐意接纳勾引妇人者为客、并与作恶之人同居一室的人。
§1070αἰαῖ, πρὸς ἧπαρ·
希波吕托斯:哀哉,痛彻心脾!
δακρύων ἐγγὺς τόδε, §1071εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
这简直催人泪下,如果我真的显得如此邪恶,连你也是这样看待我。
§1072τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν §1073ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
忒修斯:在你胆敢对你父亲的妻子施加暴行的时候,你便应该悲叹并预见到这一切。
§1074ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι §1075καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
希波吕托斯:屋宇啊,但愿你们能为我发声,见证我天生是否是个恶人。
§1076ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς· §1077τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
忒修斯:你倒是聪明,求助于无法说话的证人;然而这无需言语的事实已经昭示了你的恶行。
§1078φεῦ·
希波吕托斯:哀哉!
§1078aεἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον §1079στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.
但愿我能站在自己对面看着自己,这样我便能为我们正遭受的灾祸痛哭一场。
§1080πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν §1081ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
忒修斯:比起履行作为儿女孝敬父母的本分,你倒是把自视清高训练得更为熟练。
§1082ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
希波吕托斯:我那命途多舛的母亲啊,我这痛苦的出身!
§1083μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.
愿我的朋友中,永远不要有人是庶出。

词汇与语法注释

  1. 1034ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν — 围绕词根 σωφρον- 的悖论性对比。将费德拉(因情欲而“无法保持贞洁,却以死守住了贞洁的声誉”)与希波吕托斯(“虽拥有贞洁,却无法有效利用它”来摆脱困境)的讽刺境遇进行对照。
  2. 1042εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’... ἔκτεινά τοί σ’ ἂν — 表达与当前事实相反的虚拟条件句。条件从句使用未完成过去时直陈语气 ἦσθ’,主句使用过去时直陈语气连用 ἄν(ἔκτεινά... ἄν)。在身份互换的虚设下,强调如果是对方犯下此罪理应受到最严厉的惩罚。
  3. 1078aεἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν εναντίον στάνθ’ — 由 εἴθε 搭配直陈语气未完成过去时 ἦν 引导的在现在无法实现的愿望。抒发了悲痛的叹息:“但愿我能站在自己对面看着自己。”过去时主动分词单数宾格形式 στάνθ’(即 στάντα)在句法上与不定式的对格主语 ἐμαυτὸν 一致。

引用这一段

欧里庇得斯, 希波吕托斯 §1004-1083. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:1004-1083

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。