Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §889-975

欧律斯修斯押送受审与阿尔克墨涅的谴责

第 12 段,共 13 段 · 希腊语

内容简介

使者请求兑现释放他的诺言,歌队歌颂神明的正义以及赫拉克勒斯的升天。随后,被俘的欧律斯修斯被带到阿尔克墨涅面前,后者严厉指责其昔日恶行,但使者指出根据雅典法律不能处死战场上生擒的俘虏,两人为此展开激烈争论。

§889ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου, §890ἐλευθερώσειν μʼ·
[使者] 您最初说的那句话,也就是当我刚开始说话的时候,您曾承诺会释放我。
ἐν δὲ τοῖς τοιοῖσδε χρὴ §891ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
在这样的事情上,高贵之人的口中不应当有虚言。
§892Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω- §893τοῦ χάρις ενι δαι· §894εἴη δʼ εὔχαρις Ἀφροδί- §895τα·
[歌队] 对我而言,歌舞是令人愉悦的,如果长笛那清脆美妙的乐音陪伴着宴席;愿阿芙罗狄忒眷顾我们。
τερπνὸν δέ τι καὶ φίλων ἆρʼ §896εὐτυχίαν ἰδέσθαι §897τῶν πάρος οὐ δοκούντων.
能亲眼看见朋友们的幸福,尤其是那些先前看起来并不走运的朋友,真是一件令人欣喜的事。
§898πολλὰ γὰρ §899τίκτει Μοῖρα τελεσσιδώ- §900τειρʼ Αἰών τε Χρόνου παῖς.
因为那带来终局的命运(莫伊拉)与时之子岁月(艾翁),孕育着许多事物。
§901ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ §902χρή ποτε τοῦδʼ ἀφέσθαι, — §903τιμᾶν θεούς·
我的城邦啊,你拥有一条公正的道路,—— 绝不可放弃这一条:—— 去敬畏神明。
ὁ δὲ μή σε φά- §904σκων ἐγγὺς μανιῶν ἐλαύνει, §905δεικνυμένων ἐλέγχων §906τῶνδʼ·
那些声称无需敬神的人,无是在疯狂的边缘奔跑,尤其是在这些显而易见的证验被昭示的时候。
ἐπίσημα γάρ τοι §907θεὸς παραγ- §908γέλλει, τῶν ἀδίκων παραι- §909ρῶν φρονήματος αἰεί.
因为,神明确实发出了显赫的警示,并总是夺去不义之人的狂妄之心。
§910ἔστιν ἐν οὐρανῷ βεβα- §911κὼς τεὸς γόνος, ὦ γεραι- §912ά·
老夫人,你的子嗣已经升入了天庭。
φεύγει λόγον ὡς τὸν Ἅι- §913δα δόμον κατέβα, πυρὸς §914δεινᾷ φλογὶ σῶμα δαισθείς·
他否认了那声称他已降入哈得斯冥府的传言,尽管他的肉身曾被烈火的恶焰所吞噬。
§915Ἥβας τʼ ἐρατὸν χροΐζει §916λέχος χρυσέαν κατʼ αὐλάν.
如今他正与赫柏共享那可爱的床榻,在金碧辉煌的宫殿之中。
§917ὦ Ὑμέναιε, δισσοὺς παῖ- §918δας Διὸς ἠξίωσας.
哦,婚礼之神(许墨奈俄斯),你让宙斯的两位子嗣得以如此相配地结合。
§919συμφέρεται τὰ πολλὰ πολ- §920λοῖς·
许多事情在许多人身上不谋而合。
καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά- §921ναν λέγουσʼ ἐπίκουρον εἶ- §922ναι, καὶ τούσδε θεᾶς πόλις §923καὶ λαὸς ἔσωσε κείνας·
事实上,人们说雅典娜曾是他们父亲的守护者,而这位女神的城邦和子民也拯救了这些孩子们。
§924ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ- §925μὸς ἦν πρὸ δίκας βίαιος.
城邦压制了那个狂妄之人的暴行,他的心灵曾将暴力置于正义之上。
§926μήποτʼ ἐμοὶ φρόνημα ψυ- §927χά τʼ ἀκόρεστος εἴη.
愿我永远不要拥有狂妄的念头,以及无法满足的贪欲。
§928δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται, §929Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,
[使者] 女主人,虽然您已看在眼里,但我还是要说:我们把这个欧律斯修斯给您押解回来了。
§930ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·
这是一个出乎意料的景象,对他而言更是不期而至的命运。
§931οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν, §932ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι §933ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν §934πέρσων Ἀθηνᾶς.
他从未料到自己会落入您的手中,当年他带着多灾多难的盾牌从迈锡尼出发,心怀超越正义的傲慢,企图摧毁雅典娜的城邦。
ἀλλὰ τὴν ἐναντίαν §935δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.
但神明(守护神)却作出了相反的安排,扭转了他的运势。
§936Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας §937Διὸς τροπαίου καλλίνικον ἵστασαν·
如今,许罗斯和高贵的约拉欧斯正立起克敌制胜的宙斯的得胜纪念碑。
§938ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν, §939τέρψαι θέλοντες σὴν φρένʼ·
他们吩咐我将此人押解至您的面前,希望能让您的心情愉悦。
ἐκ γὰρ εὐτυχοῦς §940ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν.
因为在得胜之时,亲眼看到那曾经骄横的仇敌落魄,是最令人快慰的事。
§941ὦ μῖσος, ἥκεις;
[阿尔克墨涅] 哦,可恶的家伙,你来了吗?
εἷλέ σʼ ἡ Δίκη χρόνῳ;
正义(迪克)终于把你擒获了吗?
§942πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρα §943καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον §944ἐχθρούς·
首先,把你的头转过来对着我,敢于直视你仇敌的眼睛。
κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
因为现在你已被征服,而不再是统治者了。
§945ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι — §946ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου’στὶ νῦν ἐμὸν §947παῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι;
就是你吗——我倒想认个清楚—— 那个认为可以对我那如今已身处天庭的儿子百般侮辱的恶棍?
§948τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
你有什么侮辱他的事是没有做出来的呢?
§949ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες, §950ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων §951ἔπεμπες.
你甚至逼迫他活着降入冥府,命令他去消灭许德拉和狮子,将他送往死地。
ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ §952σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
你所策划的其他恶行我就不再提起,否则话就太长了。
§953κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον, §954ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος §955ἤλαυνες ἱκέτας δαιμόνων καθημένους, §956τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
你不仅胆敢做下这些事,甚至还将我和孩子们逐出整个希腊,追捕我们这些在神明祭坛前静坐求助的叹愿者,我们当中有的是老人,有的还只是幼童。
§957ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον, §958οἵ σʼ οὐκ ἔδεισαν.
但你最终碰到了敢于反抗你的汉子和一个自由的城邦,他们并不惧怕你。
δεῖ σε κατθανεῖν κακῶς,
你必须落得悲惨的死。
§959καὶ κερδανεῖς ἅπαντα·
而这对你来说已是极大的便宜。
χρῆν γὰρ οὐχ ἅπαξ §960θνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον.
因为像你这样作恶多端的人,死一次是远远不够的。
§961οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
[使者] 您是不可能杀死这个人的。
§962ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν;
[阿尔克墨涅] 那么,难道我们抓他当俘虏只是白费力气?
§963εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
[阿尔克墨涅] 究竟有什么法律阻止这个人受死?
§964τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
[使者] 这个国家的首领们不同意这样做。
§965τί δὴ τόδʼ;
[阿尔克墨涅] 这是什么话?
ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν;
难道在他们看来,杀死仇敌是不光彩的事?
§966οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ.
[使者] 只要是在战斗中生擒的人,都是如此。
§967καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο;
[阿尔克墨涅] 许罗斯竟然容忍了这些决定?
§968χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί;
[使者] 我想,难道他应该去违抗这个国家的意愿吗?
§969χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι.
[阿尔克墨涅] 此人不该再活下去,也不该再看见光明。
§970τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
[使者] 那么,在这个人当初没有当场战死的时候,错误就已经犯下了。
§971οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
[阿尔克墨涅] 难道现在让他接受应得的惩罚,就已经不合时宜了吗?
§972οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
[使者] 没有任何人会去杀死这个人。
§973ἔγωγε·
[阿尔克墨涅] 我来动手。
καίτοι φημὶ κἄμʼ εἶναί τινα.
而且我声明,我也算是一个能够行动的人。
§974πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
[使者] 如果您这么做,您将会招致极大的非议。
§975φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον.
[阿尔克墨涅] 我热爱这个城邦,对此无可争辩。

词汇与语法注释

  1. 890ἐν δὲ τοῖς τοιοῖσδε — 指示代词中性复数 `τοῖσι τοιοῖσδε`(在这些事情中)指代当前的处境,即考验诺言(释放使者)是否能够兑现的时刻。
  2. 912φεύγει λόγον ὡς — 动词 `φεύγει`(避开、免于)在此处意为“驳斥、否定(关于赫拉克勒斯降入冥府的)传言(λόγον)”。`ὡς` 引导的从句作为同位语,具体解释该传言的内容。
  3. 924ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυμὸς ἦν πρὸ δίκας βίαιος — 介词 `πρό`(通常意为“在……之前”)在此处表示选择的优先顺序,即“(将暴力置于)正义(δίκας)之上/而非正义”。
  4. 940ἐκ γὰρ εὐτυχοῦς — 前置词 `ἐκ` 连同属格 `εὐτυχοῦς` 在此处表示时间或处境上的起点,或表示个人的视角,可译为“从顺境中”或“对于幸运者而言”。
  5. 959καὶ κερδανεῖς ἅπαντα — “你将赢得一切”是一种反语,意指欧律斯修斯作恶多端,仅被处以“一死”作为惩罚实在太轻,这对他而言反而像是一种便宜(轻松解脱)。
  6. 970τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε — 在语法上,`οὐ θανὼν`(没有死)作为主语上下文的一部分。使者站在雅典人的立场(禁止处死战场生擒之敌)指出,当欧律斯修斯在战场上没有被当场杀死的那一刻起,第一步的违法/错误就已经铸成了。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §889-975. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:889-975

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。