[阿尔克墨涅] 但此人既然落入我的手中,凡人之中便没有谁能救他脱身。
§978πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ §979καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ §980λέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται.
对此,谁愿意就谁去称呼我为大胆,或称我为一个所思所想超越了女人本分的人吧;但这件事必须由我来完成。
[歌队] 妇人啊,你对这个男人的憎恨既可怕而又可以理解,我对此十分清楚。
§983γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε, §984μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι §985λέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
[欧律斯修斯] 妇人,你且看清,我绝不会去奉承你,也绝不会为我的生命说出任何叫人指责我是懦夫的辩解之词。
§986ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην· §987ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς, §988τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
我并非自愿挑起这场争斗;我确实知道我是你的表兄弟,与你的儿子赫拉克勒斯也是血脉相连的亲族。
但无论我愿意与否——因为那是神明之意—— 赫拉让我染上了这无法摆脱的病症。
§991ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην §992κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος, §993πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην §994καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί, §995ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς §996ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
自从我与那个人结下了仇怨,并深知必须打赢这场争斗后,我便成了诸多祸害的策划者,常常彻夜思考,策划了许多计谋,务求通过击退并杀死我的仇敌,使我此后不再与恐惧同居。
§997εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως §998ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν §999ἀκούσεται’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
因为我知道你的儿子绝非无足轻重之辈,而是真正顶天立地的男子汉;即便他是我的仇敌,他也会从我这里得到赞誉,因为他是一个高尚的人。
§1000κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα §1001μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα §1002ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον, §1003κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
如今他已离世,难道我不该,既然被这些孩子憎恨,并深知那父辈传下来的仇恨,而不遗余力,运用杀戮、驱逐和阴谋吗?
§1004τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.
只有这样做,我的安全才能得到保障。
§1005οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας §1006ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα §1007ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
如果换作你处在我的境地,难道你不会用尽祸患去驱逐仇敌狮子那危险的后代吗?
§1008εἴασας οἰκεῖν Ἄργος;
还是说你会宽宏地让他们居住在阿尔戈斯?
οὔτινʼ ἂν πίθοις.
谁也不会相信这种话。
§1009νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε §1010πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις §1011οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών· §1012πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν §1013μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
如今,既然他们当时没有杀死已做好了准备的我,按照希腊人的法律,如果我被杀,死对于凶手而言便是不净的(会带来污秽);城邦明智地释放了我,它对神明的敬重远胜于对我的仇恨。
§1014προσεῖπας, ἀντήκουσας·
你已经说了,你也听到了我的回答。
ἐντεῦθεν δὲ χρὴ §1015τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
从此以后,人们尽可称我为复仇的恶鬼,或是称我为高贵之人。
我的境况确实就是这样:我固然不想赴死,但若要离开人世,我也毫无怨恨。
[歌队] 阿尔克墨涅,我希望给你一点建议:释放这个男人吧,因为城邦也是这个意思。
§1020τί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
[阿尔克墨涅] 如果既让他死,又顺从城邦的意愿,那又如何?
§1021τὰ λῷστ’ ἂν εἴη·
[歌队] 那自然是最好的。
πῶς τάδʼ οὖν γενήσεται;
但如何能做到这一点呢?
§1022ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ §1023τόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων §1024δώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί, §1025οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
[阿尔克墨涅] 我很容易就能说明白:我杀了他,然后将他的尸体交给来索取的亲友;因为我不会拒绝将他的遗体交还给土地,而他通过受死,便向我偿还了罪责。
§1026κτεῖνʼ, οὐ παραιτοῦμαί σε·
[欧律斯修斯] 杀了我吧,我不向你祈求免死。
τήνδε δὲ πτόλιν, §1027ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν, §1028χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι, §1029ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.
但对这座城邦,既然它释放了我,并且不忍杀我,我要赠予它阿波罗古老的预言,随着时间的推移,这预言带来的益处将比想象的更大。
§1030θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον, §1031δίας πάροιθε παρθένου Παλληνίδος· §1032καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος §1033μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός, §1034τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος, §1035ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ §1036χάριν προδόντες τήνδε.
我死后,你们要在命运注定的地方安葬我,即在神圣的帕莱尼处女庙前;我将在地下永远安息,成为一个对你们怀有善意、对城邦能带来拯救的寄居之魂,却对这些孩子的后代最为仇视,当他们带领大军来到这里、背叛这份恩情的时候。
τοιούτων ξένων §1037προύστητε.
你们庇护了这样的客人。
πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος §1038δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;
既然我已经得知了这些,那我为何还要来到这里,为何没有惧怕神明的预言?
ἀλλὰ μήτε μοι χοὰς §1041μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
但绝不要允许在我的墓地上浇奠或滴洒祭祀之血。
§1042κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ §1043δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ, §1044ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.
因为我会让他们用悲惨的归途来作为这些的代价;你们将从我这里获得双重的好处,我死后既能造福你们,又能伤害他们。
§1045τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν §1046κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών, §1047κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;
[阿尔克墨涅] 那么既然必须为城邦谋求拯救,并且也为了我们的后代,既然听到了这些,你们为何还在迟疑不杀这个男人?
[歌队] 因为他指明了一条最安全的道路;此人虽是仇敌,但他死去确实有益。
§1050κομίζετʼ αὐτόν, δμῶες·
[阿尔克墨涅] 带走他吧,仆人们。
εἶτα χρὴ κυσὶν §1051δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως §1052αὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.
杀了之后应当喂狗;你别指望能活着再次把我从祖先的土地上驱逐出去。
§1053ταὐτὰ δοκεῖ μοι.
[歌队] 我也同意。
στείχετʼ, ὀπαδοί.
走吧,侍从们。