Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §808-888

战况汇报与生擒欧律斯修斯

第 11 段,共 13 段 · 希腊语

内容简介

使者向阿尔克墨涅汇报了雅典军队与阿尔戈斯军队之间的惨烈交战,以及约拉欧斯蒙神恩重获青春并生擒敌将欧律斯修斯的奇迹。阿尔克墨涅向宙斯致谢并为孩子们重获自由而欣喜,同时询问使者为何约拉欧斯没有当场处死欧律斯修斯。

§808μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν §809τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ §810τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
[使者] “你我单挑决战,要么你杀了我,把赫拉克勒斯的子嗣带走;要么你战死,让我重获父辈的荣耀,并保有我们的家园。
§811στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων §812καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
” 全军齐声喝彩,赞许他的话语说得极为得体,既能免除劳苦,又显其英勇。
§813ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων §814οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν §815ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός, §816ἀλλʼ ἦν κάκιστος·
然而,他(欧律斯修斯)既不因听到这些话的众人而感到羞愧,也不因自己身为将军的怯懦而羞耻,竟不敢走近那英勇的长枪,反倒极其卑劣。
εἶτα τοιοῦτος γεγὼς §817τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
可就是这样一个卑劣之人,先前竟企图来奴役赫拉克勒斯的首领子孙。
§818Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
于是许罗斯便退回到了自己的阵列中。
§819μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος §820διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας, §821ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν §822λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
而预言者们,既然知道通过一盾之决的单挑和解无法实现,便屠宰祭牲,毫不耽搁,立刻让鲜血从人类的喉咙中喷涌而出,以求吉兆。
§823οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων §824πλευροῖς ἔκρυπτον πλεύρʼ·
有的人登上战车,有的人在盾牌下用自己的肋侧紧贴彼此的肋侧。
Ἀθηναίων δʼ ἄναξ §825στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ· §826Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ §827καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.
阿提拉之王向军队发出了符合高贵者身份的号令: “同胞们,为了养育我们的土地和生育我们的母亲,现在是每个人挺身而出守护她们的时候了!
§828ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν §829καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
” 而另一方,他也恳求阿尔戈斯人不要蒙羞,并向同盟者迈锡尼的军队求助。
§830ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ §831σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην, §832πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν, §833πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;
当第勒尼安的军号吹响了高亢的战斗号角,双方展开激战时,你道那盾牌相撞的轰鸣声有多么震天,你道那痛苦的呻吟与战吼交织在一起有多么凄惨?
§834τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς §835ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.
起初,阿尔戈斯人长枪的长驱直入击碎了我们的防线,但随后他们又退了回去。
§836τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί, §837ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
接着双方交错对峙,足履相接,人与人肉搏相向,战斗进行得异常艰苦。
§838πολλοὶ δʼ ἔπιπτον.
许多人纷纷倒下。
ἦν δὲ τοῦ κελεύματος· §839Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
当时军中回荡着激励的呼喊: “噢,阿提卡的农夫们! ”“噢,在阿尔戈斯的土地上播种的人们!
§840σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;
难道你们不为城邦洗刷耻辱吗?
§841μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων §842ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.
” 我们拼尽全力,历经艰辛,终于迫使阿尔戈斯人的枪矛溃败逃散。
§843κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον §844ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν §845Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
这时,老人家约拉欧斯看到许罗斯正欲乘胜追击,便伸出右手,恳求他让自己登上战车。
§846λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως §847πώλοις ἐπεῖχε.
他用双手夺过缰绳,紧追欧律斯修斯的骏马。
τἀπὸ τοῦδʼ ἤδη κλύων §848λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.
从此以后的事情,我是听别人说的,而在此之前的事情,则是我亲眼所见。
§849Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον §850δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως, §851ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν §852νέος γενέσθαι κἀποτείσασθαι δίκην §853ἐχθρούς.
当越过帕勒涅庄严的山丘、那神圣的雅典娜之地时,他看见了欧律斯修斯的战车,便向赫柏和宙斯祈祷,愿自己能重获一日的青春,并向仇敌施以应有的惩罚。
κλύειν δὴ θαύματος πάρεστί σοι.
现在,请听这一桩奇迹吧。
§854δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς §855σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
两颗星辰停留在马匹的轭上,将战车笼罩在一片阴暗的云雾之中。
§856σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι §857Ἥβην θʼ·
智者们说,那正是你的儿子和赫柏。
ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων §858βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
而他从那阴郁昏暗之中,展现出了他那年轻双臂的健美身姿。
§859αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως §860τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν, §861δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον §862κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων §863τὸν ὄλβιον πάροιθε.
声名显赫的约拉欧斯在斯喀戎岩石附近截获了欧律斯修斯的四马战车,并将他的双手反绑,作为最精美的战利品,将这位昔日尊贵无比的统帅押解而来。
τῇ δὲ νῦν τύχῃ §864βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν, §865τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν §866θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
而他如今的境遇,向所有的凡人昭示了一个显而易见的道理:在看清一个人的结局(直到他死去)之前,绝不可羡慕那看似幸福的人,因为命运是何等转瞬即逝。
§867ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου §868ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
[阿尔克墨涅] 噢,克敌制胜的宙斯啊,如今我终于得见这摆脱了可怕恐惧的自由之日。
§869ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά, §870χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·
噢,宙斯啊,尽管你过了许久才眷顾我的苦难,但我依然为这一切的结局向你表示感谢。
§871καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ §872θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
先前我绝不相信我的儿子已位列仙班,与神明为伍,而如今我已看得明明白白。
§873ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων, §874ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου §875Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς §876ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς §877καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι §878ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
孩子们,现在,就在现在,你们彻底摆脱了苦难,也摆脱了那个注定落得悲惨下场的欧律斯修斯;你们将重见父亲的城邦,继承应得的土地,并向父辈的神明献祭,而先前你们被剥夺了这些,像流亡者一样过着悲惨漂泊的生活。
§879ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε §880Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;
然而,约拉欧斯究竟隐藏着什么巧妙的心思,竟然饶了欧律斯修斯一命而不杀他?
§881λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε, §882ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
请告诉我;因为在我们看来,擒获仇敌却不施以应有的惩罚,这并非明智之举。
§883τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις §884κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
[使者] 这是为了顾及您的心愿,好让您亲眼看见他被生擒,并听凭您的发落。
§885οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν §886ἔζευξʼ ἀνάγκῃ·
当然,这绝非出于他自愿,而是被强行套上了屈服的枷锁。
καὶ γὰρ οὐκ ἐβούλετο §887ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
因为他绝不愿意活着见到您的面,并接受惩罚。
§888ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
但是,老夫人,请保重,并请记住我的……

词汇与语法注释

  1. 811ἔς τʼ ἀπαλλαγὰς πόνων / καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν. — 由动词 ἐπῄνεσεν(赞许、喝彩)支配并列。短语 ἔς τε... ἔς τε... 表示“在……方面”,将宾格不定式短语 καλῶς λελέχθαι μῦθον(话语说得得体)与宾格名词 εὐψυχίαν(勇气)并列,皆作为赞许的方面。
  2. 838ἦν δὲ τοῦ κελεύματος — 动词 ἦν 之后的成分属格结构。可理解为“有(以下这样)呼喊声(的一部分)”,表明接下来的诗行是战场上回荡的呼喊声的例证。
  3. 839Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην — Ὦ τὰς Ἀθήνας 中省略了宾格分词(如“居住”或“耕种”),与并列句 Ὦ τὸν Ἀργείων γύην σπείροντες(噢,在阿尔戈斯的土地上播种的人们)相对应。这对比了雅典和阿尔戈斯双方领袖对各自军队的鼓舞呼喊。
  4. 847τἀπὸ τοῦδʼ ἤδη κλύων / λέγοιμʼ ἂν ἄλλων — 结构为:“从此以后的事情(τἀπὸ τοῦδʼ),听他人说(κλύων 官方 ἄλλων),我便道来(λέγοιμʼ ἂν)”。使者在此明确区分了自己的亲眼见证(δεῦρο δʼ αὐτὸς εἰσιδών)与他人的传闻。λέγοιμʼ ἂν 是带有 ἄν 的潜在希求法。
  5. 854δισσὼ γὰρ ἀστέρʼ — δισσὼ ... ἀστέρʼ ... σταθέντʼ(第855行)均为双数形(dual),特指赫拉克勒斯与赫柏这两个神圣人物。
  6. 883κρατοῦντα — 动词 κρατέω(统治、征服)的现在分词主动式,但在此处与并列的被动式分词 δεσποτούμενον(被支配、听凭发落)呼应,应理解为被动含义(“被征服、被生擒”)。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §808-888. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:808-888

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。