Humanitext Reader

忒奥克里托斯 · 牧歌 §29.1-29.40

劝诫薄幸少年专一相爱

第 43 段,共 44 段 · 希腊语

内容简介

诗人向所爱的少年倾诉,表达自己的一半生命因对方的美貌而维系,并抱怨少年的多变。他规劝少年要专一相爱,并警告说青春易逝。

§29.1οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· §29.2κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
我亲爱的孩子,人们说“酒后吐真言”;当我们醉酒时,我们也必须诚实无欺。
§29.3κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ.
因此,我将倾诉那埋藏在心底深处的话语。
§29.4οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας.
你并不愿意全心全意地爱我。
§29.5γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω §29.6ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
我知道;因为我生命的一半,是因你的美貌而得以存留,而其余的部分早已消逝。
§29.7χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω §29.8ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ.
当你愿意时,我度过如同神明般快乐的一天;但当你不愿意时,我便完全陷入黑暗之中。
§29.9πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων;
将爱你的人推入痛苦深渊,这怎么能说是合适的呢?
§29.10ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, §29.11τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις,
但是,年轻的你,若是肯听从我这年长者的一句劝告,那么你自己也会过得更好,并且会为此感激我。
§29.12ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, §29.13ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
在同一棵树上筑起一个巢吧,那是任何凶猛的爬行之物都无法触及的地方。
§29.14νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, §29.15ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
而如今,你今天攀附着这一根枝条,明天又换到那一根,一处接一处地四处寻觅。
§29.16καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, §29.17τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, §29.18τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
若是有人看见并赞美你美丽的容颜,你便立刻与他成了三年以上的老友,却把最初爱你的人当成了只有三天交情的新知。
§29.19ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
你似乎总想在那些傲慢的人中显得出人头地。
§29.20φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
但只要你还活着,就要永远去爱同一个与你相配的人。
§29.21αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι §29.22ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι, §29.23ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, §29.24κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
因为如果你这样做,你将会得到市民们的好评;而爱神爱罗斯也不会对你严苛—— 他曾轻易地降服了无数男子的心,也曾让我这如钢铁般坚硬的人变得温柔。
§29.25ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι §29.26ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, §29.27χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι §29.28καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον §29.29οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, §29.30κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
然而,我凭你那娇嫩的双唇恳求你,请记住,去年的你比现在更年轻,而在我们能够唾弃衰老、变得满脸皱纹之前,我们就会变老,而青春是无法重获的;因为青春的肩膀上长着翅膀,而我们太迟缓,无法捉住飞逝之物。
§29.31ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, §29.32καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, §29.33ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, §29.34ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
想到这些,你应当变得更加温和,并且真心实意地回报我这爱你之人的爱,好让当长出男人的胡须时,我们能成为像阿喀琉斯与其挚友那样生死相随的知心朋友。
§29.35αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, §29.36ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
但如果你把这些话付诸微风任其吹散,并在心中默念:“怪人,你为何要来打扰我?
§29.37νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν §29.38βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, §29.39τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις §29.40προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.
” 那么,虽然如今为了你,我甚至愿意去摘取金苹果,甚至愿意走向死者的看守者刻耳柏洛斯;但到那时,即使你在庭院的大门前呼唤我,我也绝不会走上前去,因为我那痛苦的渴望已经平息。

词汇与语法注释

  1. §29.11τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις — 带有潜在语气词 κε(爱奥尼亚-雅典方言中的 ἄν)的欲求祈愿语气动词 ἐπαινέσαις 与 §29.10 的条件从句 εἴ μοί τι πίθοιο 构成条件句的归结从句。αὔτος ἔχων 字面意思是“你自己拥有[它]”,意为“你自己的处境会更好”。ἐπαινέσαις(方言形式,相当于 ἐπαινέσειας)在此处表示“你会称赞我”,即“你会感激我”。
  2. §29.19ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν — 动词 πνέειν(相当于雅典方言的 πνεῖν)意为“散发出……的气息、以……自夸”,此处与属格 ἄνδρων τῶν ὑπερανορέων(过于傲慢的男人)和与格 δοκίμοις(名士们)连用,构成了“在傲慢之人中显得像个名士一样神气”的意思。
  3. §29.20φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει — φίλη 是爱奥尼亚-雅典方言中命令式 φίλει(爱吧!)的爱奥里亚方言形式。从句 ἇς κʼ ἔτʼ ἔῃς, 相当于 ἕως 占 ἔτῃς(只要你还活着)。τὸν ὕμοιον(方言形式的 τὸν ὅμοιον)意为“同一个人”或“相配的人”,劝诫少年应当始终爱一个与自己相配的专一对象。
  4. §29.27πρὶν ἀποπτύσαι καὶ ῥύσοι — 连词 πρίν 带不定式,意为“在……之前”。对于 ἀποπτύσαι(唾弃、吐出)的解释众说纷纭,既可以理解为“因厌恶衰老而吐唾沫”,也可以理解为“吐出[牙齿]”。紧接着的 καὶ ῥύσοι 意为“以及[变得]满脸皱纹”,强调了青春流逝之快。

引用这一段

忒奥克里托斯, 牧歌 §29.1-29.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:29.1-29.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。