Humanitext Reader

忒奥克里托斯 · 牧歌 §28.1-28.25

致赠予尼基阿斯之妻德奥格妮丝的象牙纺锤

第 42 段,共 44 段 · 希腊语

内容简介

诗人向一支产自其故乡叙拉古的象牙纺锤表白,他正带着它作为礼物,前往米利都赠予其友人医生尼基阿斯的贤惠妻子德奥格妮丝。

§28.1Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας §28.2γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, §28.3θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, §28.4ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.
哦,纺锤,那是灰眸的雅典娜赐予热爱手艺、心思专注于持家之女子的礼物,请鼓起勇气,随我一同前往尼琉斯的辉煌城池,在那里的柔嫩芦苇下,坐落着塞浦路斯女神翠绿的圣所。
§28.5τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, §28.6ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, §28.7Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, §28.8καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν §28.9δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,
因为我们正向宙斯祈求一阵顺风的航程,好让我能因见到我的异乡挚友而满心欢喜,并与他互诉款曲—— 那就是尼基阿斯,歌声甜美的美惠三女神的圣洁娇子—— 而我们也将把由精致象牙制成的你,作为礼物,呈献到尼基阿斯妻子的手中。
§28.10σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, §28.11πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη.
与她在一起,你将为男子的斗篷完成许多活计,以及许多像女子所穿的那种如水般飘逸的轻纱。
§28.12δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις §28.13πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω· §28.14οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες.
因为,即便一年中母羊要被两次在牧场上剪去它们柔软的羊毛,也是为了那脚踝美丽的德奥格妮丝;她是如此勤勉,并且热爱着贤淑女子所珍视的一切。
§28.15οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν §28.16ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
因为我绝不愿将你赠予一个懒散或无所事事之妇人的家中,毕竟你是来自我们自己的土地。
§28.17καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας §28.18νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
要知道,你的故乡正是当年来自埃费拉的阿基阿斯所建之城,那是特里纳克里亚岛的精髓,是一座贤达辈出的城池。
§28.19νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα §28.20ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, §28.21οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, §28.22ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, §28.23καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
而今,你将身处一位学识渊博之士的家中,他深谙用药物为人们驱除痛苦疾病的诸多妙法,你将居住在爱奥尼亚人之中那美丽的米利都,好让德奥格妮丝在城中妇女里成为拥有精美纺锤之人,并且让你可以时常唤起她对那位热爱歌咏的异乡朋友的记忆。
§28.24κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις §28.25δώρῳ σὺν ὀλίγῳ·
因为任何看见你的人都会说:“这真是一份伴随着微薄礼物的厚重情谊;来自朋友的一切,皆是无价之宝。
πάντα δὲ τίματα τὰ πὰρ φίλων.

词汇与语法注释

  1. 28.3ὑμάρτη — 此为爱奥尼亚/艾奥里斯方言的不定式 ὑμάρτη(相当于 ὁμαρτεῖν),在此作命令式使用,与分词 θέρσεισ' 连用,意为“鼓起勇气同行”。
  2. 28.11ὐδάτινα βράκη — 形容词 ὐδάτινα(字面意为“水一般的”)在此指“透明飘逸的”,修饰 βράκη(艾奥里斯方言,等同于 ῥάκη,意为“衣物”)。
  3. 28.15κεν ἐβολλόμαν — 艾奥里斯方言的 κεν ἐβολλόμαν(相当于 ἂν ἐβουλόμην)是直说法的过去未完成时搭配虚拟语气助词 κεν,表达反事实或潜在的意愿,意为“我本不愿赠予”。

引用这一段

忒奥克里托斯, 牧歌 §28.1-28.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:28.1-28.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。