§8.91.1ταῦτ’ οὖν ἐκ πλέονός τε ὁ Θηραμένης διεθρόει καὶ ἐπειδὴ οἱ ἐκ τῆς Λακεδαίμονος πρέσβεις οὐδὲν πράξαντες ἀνεχώρησαν τοῖς ξύμπασι ξυμβατικόν, φάσκων κινδυνεύσειν τὸ τεῖχος τοῦτο καὶ τὴν πόλιν διαφθεῖραι.
因此,塞拉门尼斯早就开始四处散布这些传言。 而当来自拉刻代蒙的使节们未能达成任何有利于全体公民的和解协定而返回时,他更加坚持地声称,这堵城墙将面临毁灭城邦的危险。
§8.91.2ἅμα γὰρ καὶ ἐκ τῆς Πελοποννήσου ἐτύγχανον Εὐβοέων ἐπικαλουμένων κατὰ τὸν αὐτὸν χρόνον τοῦτον δύο καὶ τεσσαράκοντα νῆες, ὧν ἦσαν καὶ ἐκ Τάραντος καὶ Λοκρῶν Ἰταλιώτιδες καὶ Σικελικαί τινες, ὁρμοῦσαι ἤδη ἐπὶ Λᾷ τῆς Λακωνικῆς καὶ παρασκευαζόμεναι τὸν ἐς τὴν Εὔβοιαν πλοῦν (ἦρχε δὲ αὐτῶν Ἀγησανδρίδας Ἀγησάνδρου Σπαρτιάτης)·
因为就在同一时期,恰逢在埃维亚人的请求下,来自伯罗奔尼撒的四十二艘船只——其中也包括来自塔兰托和洛克里的几艘意大利及西西里船只——已经停泊在拉科尼亚的拉斯,并准备驶向埃维亚(指挥他们的是斯巴达人阿格桑德拉斯之子阿格桑德里达斯)。
ἃς ἔφη Θηραμένης οὐκ Εὐβοίᾳ μᾶλλον ἢ τοῖς τειχίζουσι τὴν Ἠετιωνείαν προσπλεῖν, καὶ εἰ μή τις ἤδη φυλάξεται, λήσειν διαφθαρέντας.
塞拉门尼斯声称,这些船只与其说是驶向埃维亚,不如说是驶向那些正在修筑埃埃提奥内亚城墙的人,而且如果人们不立即防范,就会在不知不觉中遭到毁灭。
§8.91.3ἦν δέ τι καὶ τοιοῦτον ἀπὸ τῶν τὴν κατηγορίαν ἐχόντων, καὶ οὐ πάνυ διαβολὴ μόνον τοῦ λόγου.
事实上,那些受到指控的人确实怀有这样的企图,这一传闻绝非完全是凭空诽谤。
ἐκεῖνοι γὰρ μάλιστα μὲν ἐβούλοντο ὀλιγαρχούμενοι ἄρχειν καὶ τῶν ξυμμάχων, εἰ δὲ μή, τάς τε ναῦς καὶ τὰ τείχη ἔχοντες αὐτονομεῖσθαι, ἐξειργόμενοι δὲ καὶ τούτου μὴ οὖν ὑπὸ τοῦ δήμου γε αὖθις γενομένου αὐτοὶ πρὸ τῶν ἄλλων μάλιστα διαφθαρῆναι, ἀλλὰ καὶ τοὺς πολεμίους ἐσαγαγόμενοι ἄνευ τειχῶν καὶ νεῶν ξυμβῆναι καὶ ὁπωσοῦν τὰ τῆς πόλεως ἔχειν, εἰ τοῖς γε σώμασι σφῶν ἄδεια ἔσται.
因为他们最希望的是在寡头政体下统治同盟国及自身;如果做不到这一点,则希望保留船只和城墙以维持独立;如果连这也行不通,为了避免在民主制度重建后自己首当其冲遭到毁灭,他们甚至宁愿引狼入室,在失去城墙和船只的情况下,无论城邦的局势变得如何,只要他们自身的人身安全能得到保障,就与敌人达成妥协。