§8.92.1διόπερ καὶ τὸ τεῖχος τοῦτο καὶ πυλίδας ἔχον καὶ ἐσόδους καὶ ἐπεσαγωγὰς τῶν πολεμίων ἐτείχιζόν τε προθύμως καὶ φθῆναι ἐβούλοντο ἐξεργασάμενοι.
因此,他们急切地建造这堵城墙(它设有边门、入口和可引入敌人的通道),并希望赶在他人之前将其完工。
§8.92.2πρότερον μὲν οὖν κατ’ ὀλίγους τε καὶ κρύφα μᾶλλον τὰ λεγόμενα ἦν·
起初,这些议论只是由少数人在私下里秘密进行的。
ἐπειδὴ δὲ ὁ Φρύνιχος ἥκων ἐκ τῆς ἐς Λακεδαίμονα πρεσβείας πληγεὶς ὑπ’ ἀνδρὸς τῶν περιπόλων τινὸς ἐξ ἐπιβουλῆς ἐν τῇ ἀγορᾷ πληθούσῃ καὶ οὐ πολὺ ἀπὸ τοῦ βουλευτηρίου ἀπελθὼν ἀπέθανε παραχρῆμα, καὶ ὁ μὲν πατάξας διέφυγεν, ὁ δὲ ξυνεργὸς Ἀργεῖος ἄνθρωπος ληφθεὶς καὶ βασανιζόμενος ὑπὸ τῶν τετρακοσίων οὐδενὸς ὄνομα τοῦ κελεύσαντος εἶπεν οὐδὲ ἄλλο τι ἢ ὅτι εἰδείη πολλοὺς ἀνθρώπους καὶ ἐς τοῦ περιπολάρχου καὶ ἄλλοσε κατ’ οἰκίας ξυνιόντας, τότε δὴ οὐδενὸς γεγενημένου ἀπ’ αὐτοῦ νεωτέρου καὶ ὁ Θηραμένης ἤδη θρασύτερον καὶ Ἀριστοκράτης καὶ ὅσοι ἄλλοι τῶν τετρακοσίων αὐτῶν καὶ τῶν ἔξωθεν ἦσαν ὁμογνώμονες ᾖσαν ἐπὶ τὰ πράγματα.
但是,当弗里尼库斯从派往拉刻代蒙的使团归来后,在人头攒动的广场上,且离议事厅不远处,被一名巡逻兵伏击刺死。 刺客虽然逃脱,但其同谋(一名阿尔戈斯人)被捕并受到四百人议会的严刑拷打,他没有透露任何下达命令者的名字,只说自己知道有许多人聚集在巡逻队长的家里和其他私人住宅中。 此后,既然这一事件没有引发任何更具革命性的动荡,塞拉门尼斯便变得更加大胆,阿里斯托克拉特斯以及四百人议会内部和外部所有与其志同合的人也开始付诸行动。
§8.92.3ἅμα γὰρ καὶ ἀπὸ τῆς Λᾶς αἱ νῆες ἤδη περιπεπλευκυῖαι καὶ ὁρμισάμεναι ἐς τὴν Ἐπίδαυρον τὴν Αἴγιναν κατεδεδραμήκεσαν·
因为与此同时,来自拉斯的船只已经绕航并在埃皮道鲁斯停泊,还蹂躏了埃伊纳岛。
καὶ οὐκ ἔφη ὁ Θηραμένης εἰκὸς εἶναι ἐπ’ Εὔβοιαν πλεούσας αὐτὰς ἐς Αἴγιναν κατακολπίσαι καὶ πάλιν ἐν Ἐπιδαύρῳ ὁρμεῖν, εἰ μὴ παρακληθεῖσαι ἥκοιεν ἐφ’ οἷσπερ καὶ αὐτὸς αἰεὶ κατηγόρει·
塞拉门尼斯声称,原本驶往埃维亚的船只绝不可能无端驶入埃伊纳湾,并再次在埃皮道鲁斯停泊,除非它们是受到邀请,为了他自己一直以来所指责的那些目的而来的。
οὐκέτι οὖν οἷόν τε εἶναι ἡσυχάζειν.
因此,人们不能再保持沉默了。
§8.92.4τέλος δὲ πολλῶν καὶ στασιωτικῶν λόγων καὶ ὑποψιῶν προσγενομένων καὶ ἔργῳ ἤδη ἥπτοντο τῶν πραγμάτων·
最后,在发生了许多派系争论和猜疑之后,他们终于采取了实际行动。
οἱ γὰρ ἐν τῷ Πειραιεῖ τὸ τῆς Ἠετιωνείας τεῖχος ὁπλῖται οἰκοδομοῦντες, ἐν οἷς καὶ ὁ Ἀριστοκράτης ἦν ταξιαρχῶν καὶ τὴν ἑαυτοῦ φυλὴν ἔχων, ξυλλαμβάνουσιν Ἀλεξικλέα στρατηγὸν ὄντα ἐκ τῆς ὀλιγαρχίας καὶ μάλιστα πρὸς τοὺς ἑταίρους τετραμμένον, καὶ ἐς οἰκίαν ἀγαγόντες εἶρξαν.
因为在比雷埃夫斯修筑埃埃提奥内亚城墙的重装步兵们(其中阿里斯托克拉特斯作为部落指挥官率领着自己的部落)逮捕了阿莱克西克莱斯,此人是属于寡头派的将军,并且极度偏向于其政治党派。 他们将他带到一处住宅中关押起来。
§8.92.5ξυνεπελάβοντο δὲ αὐτοῖς ἅμα καὶ ἄλλοι καὶ Ἕρμων τις τῶν περιπόλων τῶν Μουνιχίασι τεταγμένων ἄρχων· τὸ δὲ μέγιστον, τῶν ὁπλιτῶν τὸ στῖφος ταῦτα ἐβούλετο.
协助他们的还有其他人,其中包括一名叫赫尔蒙的人,他是驻扎在慕尼基亚的巡逻兵的指挥官;但最重要的一点是,重装步兵的大多数人都赞同这一举动。
§8.92.6ὡς δὲ ἐσηγγέλθη τοῖς τετρακοσίοις (ἔτυχον δὲ ἐν τῷ βουλευτηρίῳ ξυγκαθήμενοι), εὐθύς, πλὴν ὅσοις μὴ βουλομένοις ταῦτ’ ἦν, ἑτοῖμοι ἦσαν ἐς τὰ ὅπλα ἰέναι καὶ τῷ Θηραμένει καὶ τοῖς μετ’ αὐτοῦ ἠπείλουν.
当这一消息传到四百人议会时(他们当时正聚集在议事厅里),除了那些对此事不以为意的人之外,其他人立刻准备拿起武器,并威胁塞拉门尼斯及其追随者。
ὁ δὲ ἀπολογούμενος ἑτοῖμος ἔφη εἶναι ξυναφαιρησόμενος ἰέναι ἤδη.
但塞拉门尼斯辩解说,他准备立刻前去协助解救被扣押的人。
καὶ παραλαβὼν ἕνα τῶν στρατηγῶν ὃς ἦν αὐτῷ ὁμογνώμων ἐχώρει ἐς τὸν Πειραιᾶ· ἐβοήθει δὲ καὶ Ἀρίσταρχος καὶ τῶν ἱππέων νεανίσκοι.
于是,他带着一位与自己志同道合的将军前往比雷埃夫斯;阿里斯托库斯也带着一些年轻的骑兵前去增援。
§8.92.7ἦν δὲ θόρυβος πολὺς καὶ ἐκπληκτικός· οἵ τε γὰρ ἐν τῷ ἄστει ἤδη ᾤοντο τόν τε Πειραιᾶ κατειλῆφθαι καὶ τὸν ξυνειλημμένον τεθνάναι, οἵ τε ἐν τῷ Πειραιεῖ τοὺς ἐκ τοῦ ἄστεως ὅσον οὔπω ἐπὶ σφᾶς παρεῖναι.
现场陷入了极大而恐怖的混乱之中:城里的居民以为比雷埃夫斯已被占领、被扣押的将军已被处死;而比雷埃夫斯的士兵则预料城里的队伍随时都会对他们发起进攻。
§8.92.8μόλις δὲ τῶν τε πρεσβυτέρων διακωλυόντων τοὺς ἐν τῷ ἄστει διαθέοντας καὶ ἐπὶ τὰ ὅπλα φερομένους καὶ Θουκυδίδου τοῦ Φαρσαλίου τοῦ προξένου τῆς πόλεως παρόντος καὶ προθύμως ἐμποδών τε ἑκάστοις γιγνομένου καὶ ἐπιβοωμένου μὴ ἐφεδρευόντων ἐγγὺς τῶν πολεμίων ἀπολέσαι τὴν πατρίδα, ἡσύχασάν τε καὶ σφῶν αὐτῶν ἀπέσχοντο.
然而,在年长者们勉强阻拦了城内奔走并抓起武器的人们,以及身为城邦普罗克塞诺斯的法萨卢斯人修昔底德在场、极力挡在每个人面前并大声疾呼不要在敌人在近旁虎视眈眈时毁灭祖国之后,他们终于冷静下来,没有自相残杀。
§8.92.9καὶ ὁ μὲν Θηραμένης ἐλθὼν ἐς τὸν Πειραιᾶ (ἦν δὲ καὶ αὐτὸς στρατηγός), ὅσον καὶ ἀπὸ βοῆς ἕνεκα, ὠργίζετο τοῖς ὁπλίταις· ὁ δὲ Ἀρίσταρχος καὶ οἱ ἐναντίοι τῷ ἀληθεῖ ἐχαλέπαινον.
塞拉门尼斯抵达比雷埃夫斯后(他本人也是将军),仅仅在表面大喊大叫地对重装步兵发怒;而阿里斯托库斯及其反对派的成员则是动了真格地感到愤怒。
§8.92.10οἱ δὲ ὁπλῖται ὁμόσε τε ἐχώρουν οἱ πλεῖστοι τῷ ἔργῳ καὶ οὐ μετεμέλοντο, καὶ τὸν Θηραμένη ἠρώτων εἰ δοκεῖ αὐτῷ ἐπ’ ἀγαθῷ τὸ τεῖχος οἰκοδομεῖσθαι καὶ εἰ ἄμεινον εἶναι καθαιρεθέν.
然而,重装步兵的大多数人坚持自己的立场,毫无悔意,他们询问塞拉门尼斯,这堵城墙的修筑是否真的符合利益,以及拆除它是否更好。
ὁ δέ, εἴπερ καὶ ἐκείνοις δοκεῖ καθαιρεῖν, καὶ ἑαυτῷ ἔφη ξυνδοκεῖν.
塞拉门尼斯回答说,如果他们认为拆除更好,他也完全赞同。
καὶ ἐντεῦθεν εὐθὺς ἀναβάντες οἵ τε ὁπλῖται καὶ πολλοὶ τῶν ἐκ τοῦ Πειραιῶς ἀνθρώπων κατέσκαπτον τὸ τείχισμα.
于是,重装步兵们和许多来自比雷埃夫斯的人立刻登上城墙,开始拆毁这座防御工事。
§8.92.11ἦν δὲ πρὸς τὸν ὄχλον ἡ παράκλησις ὡς χρή, ὅστις τοὺς πεντακισχιλίους βούλεται ἄρχειν ἀντὶ τῶν τετρακοσίων, ἰέναι ἐπὶ τὸ ἔργον.
他们对群众发出的号召是:“凡是希望由五千人而非四百人来统治的人,都应该加入这项工作。
ἐπεκρύπτοντο γὰρ ὅμως ἔτι τῶν πεντακισχιλίων τῷ ὀνόματι, μὴ ἄντικρυς δῆμον ὅστις βούλεται ἄρχειν ὀνομάζειν, φοβούμενοι μὴ τῷ ὄντι ὦσι καὶ πρός τινα εἰπών τίς τι ἀγνοίᾳ σφαλῇ.
”因为他们仍然假借“五千人”的名义来掩盖真实意图,而不公开说“凡是希望民主制来统治的人”,他们担心五千人可能确实存在,并且可能由于不知情而在对某人说话时犯下错误。
καὶ οἱ τετρακόσιοι διὰ τοῦτο οὐκ ἤθελον τοὺς πεντακισχιλίους οὔτε εἶναι οὔτε μὴ ὄντας δήλους εἶναι, τὸ μὲν καταστῆσαι μετόχους τοσούτους ἄντικρυς ἂν δῆμον ἡγούμενοι, τὸ δ’ αὖ ἀφανὲς φόβον ἐς ἀλλήλους παρέξειν.
出于同样的原因,四百人也不希望五千人存在,或者让其不存在的事实曝光;因为他们认为,让这么多的人分享政权无异于彻底的民主,而在暗中保持其模糊性则可以在彼此之间制造恐惧。