Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.90.1-8.90.5

寡头派谋求和约与埃埃提奥内亚筑墙

第 898 段,共 917 段 · 希腊语

内容简介

记述了以弗里尼库斯和安提丰为首的极端寡头派对抗塞拉门尼斯等人的温和路线,他们在急于同拉刻代蒙议和的同时,通过在比雷埃夫斯的埃埃提奥内亚建造城墙和用于控制粮食的柱廊来巩固防备。

§8.90.1οἱ δὲ τῶν τετρακοσίων μάλιστα ἐναντίοι ὄντες τῷ τοιούτῳ εἴδει καὶ προεστῶτες Φρύνιχός τε, ὃς καὶ στρατηγήσας ἐν τῇ Σάμῳ [ποτὲ] τῷ Ἀλκιβιάδῃ τότε διηνέχθη, καὶ Ἀρίσταρχος, ἀνὴρ ἐν τοῖς μάλιστα καὶ ἐκ πλείστου ἐναντίος τῷ δήμῳ, καὶ Πείσανδρος καὶ Ἀντιφῶν καὶ ἄλλοι οἱ δυνατώτατοι, πρότερόν τε, ἐπεὶ τάχιστα κατέστησαν καὶ ἐπειδὴ τὰ ἐν τῇ Σάμῳ σφῶν ἐς δημοκρατίαν ἀπέστη, πρέσβεις τε ἀπέστελλον σφῶν ἐς τὴν Λακεδαίμονα καὶ τὴν ὁμολογίαν προυθυμοῦντο καὶ τὸ ἐν τῇ Ἠετιωνείᾳ καλουμένῃ τεῖχος ἐποιοῦντο, πολλῷ τε μᾶλλον ἔτι, ἐπειδὴ καὶ οἱ ἐκ τῆς Σάμου πρέσβεις σφῶν ἦλθον, ὁρῶντες τούς τε πολλοὺς καὶ σφῶν τοὺς δοκοῦντας πρότερον πιστοὺς εἶναι μεταβαλλομένους.
另一方面,四百人政府中最为反对这种倾向并处于领导地位的成员,包括弗里尼库斯(他曾在萨摩斯担任将军,当时曾与阿尔西比亚德斯发生争执)和阿里斯托克拉特斯——一个在反对民主制度方面最突出且历史最悠久的男子,以及培桑德、安提丰和其他极具权势的人。 甚至在更早的时候,即政权刚刚建立、他们萨摩斯的军队转向民主制时,他们就向拉刻代蒙派遣了自己的使节,热切地寻求达成协议,并建造了被称为埃埃提奥内亚的城墙。 而当他们自己从萨摩斯派出的使节回来,并且看到大多数民众以及那些此前看似局限于忠于他们的同伙都在改变主意时,他们就更加起劲地推进这些行动。
§8.90.2καὶ ἀπέστειλαν μὲν Ἀντιφῶντα καὶ Φρύνιχον καὶ ἄλλους δέκα κατὰ τάχος, φοβούμενοι καὶ τὰ αὐτοῦ καὶ τὰ ἐκ τῆς Σάμου, ἐπιστείλαντες παντὶ τρόπῳ ὅστις καὶ ὁπωσοῦν ἀνεκτὸς ξυναλλαγῆναι πρὸς τοὺς Λακεδαιμονίους,
他们由于害怕国内的局势和萨摩斯的局势,急忙派遣了安提丰、弗里尼库斯和其他十人,指示他们无论如何都要以任何可以接受的条件与拉刻代蒙人达成和解。
§8.90.3ᾠκοδόμουν δὲ ἔτι προθυμότερον τὸ ἐν τῇ Ἠετιωνείᾳ τεῖχος.
他们更加热切地建造埃埃提奥内亚的城墙。
ἦν δὲ τοῦ τείχους ἡ γνώμη αὕτη, ὡς ἔφη Θηραμένης καὶ οἱ μετ’ αὐτοῦ, οὐχ ἵνα τοὺς ἐν Σάμῳ, ἢν βίᾳ ἐπιπλέωσι, μὴ δέξωνται ἐς τὸν Πειραιᾶ, ἀλλ’ ἵνα τοὺς πολεμίους μᾶλλον, ὅταν βούλωνται, καὶ ναυσὶ καὶ πεζῷ δέξωνται.
根据塞拉门尼斯及其同伙的说法,建造这堵城墙的意图并不是为了防备萨摩斯的军队在强行入港时将他们拒之于比雷埃夫斯之外,而是为了在他们愿意时,随时能够通过海陆两军迎接敌人。
§8.90.4χηλὴ γάρ ἐστι τοῦ Πειραιῶς ἡ Ἠετιωνεία, καὶ παρ’ αὐτὴν εὐθὺς ὁ ἔσπλους ἐστίν.
因为埃埃提奥内亚是比雷埃夫斯的一处突堤,入港通道紧贴其旁。
ἐτειχίζετο οὖν οὕτω ξὺν τῷ πρότερον πρὸς ἤπειρον ὑπάρχοντι τείχει, ὥστε καθεζομένων ἐς αὐτὸ ἀνθρώπων ὀλίγων ἄρχειν τοῦ ἔσπλου·
因此,这堵墙在建造时与此前已存在的陆侧城墙相连,使得只需少数人驻守其中,便可控制入港通道。
ἐπ’ αὐτὸν γὰρ τὸν ἐπὶ τῷ στόματι τοῦ λιμένος στενοῦ ὄντος τὸν ἕτερον πύργον ἐτελεύτα τό τε παλαιὸν τὸ πρὸς ἤπειρον καὶ τὸ ἐντὸς τὸ καινὸν τεῖχος τειχιζόμενον πρὸς θάλασσαν.
因为陆侧的老墙和海侧新建的内墙,都汇合终结于狭窄港口入口处的同一座塔楼。
§8.90.5διῳκοδόμησαν δὲ καὶ στοάν, ἥπερ ἦν μεγίστη καὶ ἐγγύτατα τούτου εὐθὺς ἐχομένη ἐν τῷ Πειραιεῖ, καὶ ἦρχον αὐτοὶ αὐτῆς, ἐς ἣν καὶ τὸν σῖτον ἠνάγκαζον πάντας τὸν ὑπάρχοντά τε καὶ τὸν ἐσπλέοντα ἐξαιρεῖσθαι καὶ ἐντεῦθεν προαιροῦντας πωλεῖν.
他们还在比雷埃夫斯隔开并建造了一座最大的、紧邻该城墙的柱廊,并亲自控制它,强迫所有人将现有的以及运入港口的所有粮食都卸在其中,并只能从那里取出进行销售。

词汇与语法注释

  1. 8.90.1τῷ τοιούτῳ εἴδει — 指前一章(8.89.2)中塞拉门尼斯等人主张的“在实际上确定五千人、使政体更加平等”的温和改革主张或政治倾向。
  2. 8.90.1πολλῷ τε μᾶλλον ἔτι... ὁρῶντες — 修饰主句未完成过去时动词群(ἀπέστελλον, προυθυμοῦντο, ἐποιοῦντο)的副词短语。尽管中间插入了 ἐπειδὴ 引导的从句使句子复杂化,但它表明在看到使节归来和支持者变心后,他们比以前更加(πολλῷ μᾶλλον ἔτι)推进了这些行动。
  3. 8.90.2τὰ αὐτοῦ — 此处的 αὐτοῦ 被理解为表示地点的副词(“在此,在雅典”),名词化的中性复数形式 τὰ αὐτοῦ 意为“雅典本地的局势”,与“萨摩斯的局势(τὰ ἐκ τῆς Σάμου)”形成对比。
  4. 8.90.4ὥστε καθεζομένων ἐς αὐτὸ ἀνθρώπων ὀλίγων ἄρχειν τοῦ ἔσπλου — ὥστε 从句内的结构。插入了属格独立结构(καθεζομένων... ἀνθρώπων ὀλίγων),主不定式 ἄρχειν 的语义主语未明确给出,但在语境上指代城墙本身或占领城墙的人,表明只需少数驻军即可控制入港航道。
  5. 8.90.4ἐπ’ αὐτὸν γὰρ τὸν ἐπὶ τῷ στόματι τοῦ λιμένος στενοῦ ὄντος τὸν ἕτερον πύργον ἐτελεύτα — 主语由后文的“陆侧的老墙(τό τε παλαιὸν...)”以及“海侧的新内墙(καὶ τὸ ἐντὸς τὸ καινὸν...)”构成,动词 ἐτελεύτα 将它们连接。句法结构意为它们“在狭窄港口入口处的同一座塔楼(ἐπ’ αὐτὸν... τὸν ἕτερον πύργον)汇合而终”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.90.1-8.90.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.90.1-8.90.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。