§8.70.1ὡς δὲ τούτῳ τῷ τρόπῳ ἥ τε βουλὴ οὐδὲν ἀντειποῦσα ὑπεξῆλθε καὶ οἱ ἄλλοι πολῖται οὐδὲν ἐνεωτέριζον, ἀλλ’ ἡσύχαζον, οἱ [δὲ] τετρακόσιοι ἐσελθόντες ἐς τὸ βουλευτήριον τότε μὲν πρυτάνεις τε σφῶν αὐτῶν ἀπεκλήρωσαν καὶ ὅσα πρὸς τοὺς θεοὺς εὐχαῖς καὶ θυσίαις καθιστάμενοι ἐς τὴν ἀρχὴν ἐχρήσαντο, ὕστερον δὲ πολὺ μεταλλάξαντες τῆς τοῦ δήμου διοικήσεως (πλὴν τοὺς φεύγοντας οὐ κατῆγον τοῦ Ἀλκιβιάδου ἕνεκα) τά τε ἄλλα ἔνεμον κατὰ κράτος τὴν πόλιν.
当议事会以此种方式未作任何反对而退出,且其他公民也没有发起任何叛乱而是保持平静时,四百人进入了议事厅。 当时,他们首先在自己人当中抽签选出普里塔内斯(执事),并履行了就职时向神明祈祷和献祭的所有常规仪式。 随后,他们对民主政体的行政管理作了极大的改变(只是由于阿尔西比亚德斯的缘故,他们没有召回流亡者),并在其他方面凭借强权统治着城邦。
§8.70.2καὶ ἄνδρας τέ τινας ἀπέκτειναν οὐ πολλούς, οἳ ἐδόκουν ἐπιτήδειοι εἶναι ὑπεξαιρεθῆναι, καὶ ἄλλους ἔδησαν, τοὺς δὲ καὶ μετεστήσαντο·
他们还处死了一些人(人数不多),即那些被认为宜于清除的人,并将一些人囚禁,另一些人驱逐。
πρός τε Ἆγιν τὸν Λακεδαιμονίων βασιλέα ὄντα ἐν τῇ Δεκελείᾳ ἐπεκηρυκεύοντο, λέγοντες διαλλαγῆναι βούλεσθαι καὶ εἰκὸς εἶναι αὐτὸν σφίσι καὶ οὐκέτι τῷ ἀπίστῳ δήμῳ μᾶλλον ξυγχωρεῖν.
此外,他们向在德克莱亚的拉刻代蒙人国王阿基斯派遣使者,表示他们希望达成和解,并说他应当向他们、而不再向那不可信赖的民众做出让步。