§8.71.1ὁ δὲ νομίζων τὴν πόλιν οὐχ ἡσυχάζειν, οὐδ’ εὐθὺς οὕτω τὸν δῆμον τὴν παλαιὰν ἐλευθερίαν παραδώσειν, εἴ τε στρατιὰν πολλὴν ἴδοι σφῶν, οὐκ ἂν ἡσυχάζειν, οὐδ’ ἐν τῷ παρόντι πάνυ τι πιστεύων μὴ οὐκέτι ταράσσεσθαι αὐτούς, τοῖς μὲν ἀπὸ τῶν τετρακοσίων ἐλθοῦσιν οὐδὲν ξυμβατικὸν ἀπεκρίνατο, προσμεταπεμψάμενος δὲ ἐκ Πελοποννήσου στρατιὰν πολλὴν οὐ πολλῷ ὕστερον καὶ αὐτὸς τῇ ἐκ τῆς Δεκελείας φρουρᾷ μετὰ τῶν ἐλθόντων κατέβη πρὸς αὐτὰ τὰ τείχη τῶν Ἀθηναίων, ἐλπίσας ἢ ταραχθέντας αὐτοὺς μᾶλλον ἂν χειρωθῆναι σφίσιν ᾗ βούλονται ἢ καὶ αὐτοβοεὶ ἂν διὰ τὸν ἔνδοθέν τε καὶ ἔξωθεν κατὰ τὸ εἰκὸς γενησόμενον θόρυβον· τῶν γὰρ μακρῶν τειχῶν διὰ τὴν κατ’ αὐτὰ ἐρημίαν λήψεως οὐκ ἂν ἁμαρτεῖν.
但阿基斯认为,城邦并未处于平静状态,民众不会如此轻易地放弃他们古老的自由;他又认为,如果他们看到斯巴达的大军,就不会保持平静;此外,他目前完全不相信他们已不再处于混乱之中。 因此,对于来自四百人的使者,他没有给予任何和解的答复。 不久之后,他从伯罗奔尼撒召集了更多的军队,并亲自率领德克莱亚的驻军以及到达的援军,一直进军到雅典人的城壁之下。 他希望,雅典人若陷入混乱,就会更容易按照他们的意愿被制服,或者由于城内外必然会发生的混乱,他可以不费吹灰之力(因为他认为,由于长墙附近无人防守,他一定能够夺取长墙)。
§8.71.2ὡς δὲ προσέμειξέ τε ἐγγὺς καὶ οἱ Ἀθηναῖοι τὰ μὲν ἔνδοθεν οὐδ’ ὁπωστιοῦν ἐκίνησαν, τοὺς δὲ ἱππέας ἐκπέμψαντες καὶ μέρος τι τῶν ὁπλιτῶν καὶ ψιλῶν καὶ τοξοτῶν ἄνδρας τε κατέβαλον αὐτῶν διὰ τὸ ἐγγὺς προσελθεῖν καὶ ὅπλων τινῶν καὶ νεκρῶν ἐκράτησαν, οὕτω δὴ γνοὺς ἀπήγαγε πάλιν τὴν στρατιάν.
然而,当他逼近时,雅典人在内部没有发生丝毫动摇,而是派出了骑兵、以及部分重装步兵、轻装步兵和弓箭手,将几个由于靠得太近的敌兵击倒,并夺取了一些武器和尸体。 直到此时,阿基斯才认清形势,将军队撤回。
§8.71.3καὶ αὐτὸς μὲν καὶ οἱ μετ’ αὐτοῦ κατὰ χώραν ἐν τῇ Δεκελείᾳ ἔμενον, τοὺς δ’ ἐπελθόντας ὀλίγας τινὰς ἡμέρας ἐν τῇ γῇ μείναντας ἀπέπεμψεν ἐπ’ οἴκου.
他自己和随行人员留在了德克莱亚的驻地,而那些前来增援的部队在当地停留数日后,被他遣送回家。
μετὰ δὲ τοῦτο παρά τε τὸν Ἆγιν ἐπρεσβεύοντο οἱ τετρακόσιοι οὐδὲν ἧσσον, κἀκείνου μᾶλλον ἤδη προσδεχομένου καὶ παραινοῦντος ἐκπέμπουσι καὶ ἐς τὴν Λακεδαίμονα περὶ ξυμβάσεως πρέσβεις, βουλόμενοι διαλλαγῆναι.
在此之后,四百人依然不断向阿基斯派遣使者,而此时阿基斯也更加乐意接纳并建议他们,于是他们也向拉克代蒙派遣了使节讨论缔结协定,希望能达成和解。