§8.69.1ἐπειδὴ δὲ ἡ ἐκκλησία οὐδενὸς ἀντειπόντος, ἀλλὰ κυρώσασα ταῦτα διελύθη, τοὺς τετρακοσίους ἤδη ὕστερον τρόπῳ τοιῷδε ἐς τὸ βουλευτήριον ἐσήγαγον.
当公民大会在无人反对、并通过了这些决议后解散时,他们随后便通过以下方式将四百人送入议事厅。
ἦσαν [δ᾽] Ἀθηναῖοι πάντες αἰεὶ οἱ μὲν ἐπὶ τείχει, οἱ δ’ ἐν τάξει, τῶν ἐν Δεκελείᾳ πολεμίων ἕνεκα ἐφ’ ὅπλοις·
由于德克莱亚的敌军存在,所有的雅典人始终处于武装状态,有的在城墙上,有的在阵列中。
§8.69.2τῇ οὖν ἡμέρᾳ ἐκείνῃ τοὺς μὲν μὴ ξυνειδότας εἴασαν ὥσπερ εἰώθεσαν ἀπελθεῖν, τοῖς δ’ ἐν τῇ ξυνωμοσίᾳ εἴρητο ἡσυχῇ μὴ ἐπ’ αὐτοῖς τοῖς ὅπλοις, ἀλλ’ ἄπωθεν περιμένειν, καὶ ἤν τις ἐνιστῆται τοῖς ποιουμένοις, λαβόντας τὰ ὅπλα μὴ ἐπιτρέπειν.
因此,在当天,他们允许那些对阴谋一无所知的人像往常一样离去;但对阴谋的参与者,则下令他们在不靠近武器堆的稍远地方静静等待,如果有人反对正在进行的事情,就拿起武器予以阻止。
§8.69.3ἦσαν δὲ καὶ Ἄνδριοι καὶ Τήνιοι καὶ Καρυστίων τριακόσιοι καὶ Αἰγινητῶν τῶν ἐποίκων, οὓς Ἀθηναῖοι ἔπεμψαν οἰκήσοντας, ἐπ’ αὐτὸ τοῦτο ἥκοντες ἐν τοῖς ἑαυτῶν ὅπλοις, οἷς ταὐτὰ προείρητο.
此外,还有安德罗斯人、特诺斯人、三百名卡里斯托斯人,以及雅典人派去定居的埃吉纳殖民者,他们为了这一特定目的带着自己的武器前来,并同样预先接到了相同的命令。
§8.69.4τούτων δὲ διατεταγμένων οὕτως ἐλθόντες οἱ τετρακόσιοι μετὰ ξιφιδίου ἀφανοῦς ἕκαστος, καὶ οἱ εἴκοσι καὶ ἑκατὸν μετ’ αὐτῶν [Ἕλληνες ] νεανίσκοι, οἷς ἐχρῶντο εἴ τί που δέοι χειρουργεῖν, ἐπέστησαν τοῖς ἀπὸ τοῦ κυάμου βουλευταῖς οὖσιν ἐν τῷ βουλευτηρίῳ καὶ εἶπον αὐτοῖς ἐξιέναι λαβοῦσι τὸν μισθόν· ἔφερον δὲ αὐτοῖς τοῦ ὑπολοίπου χρόνου παντὸς αὐτοὶ καὶ ἐξιοῦσιν ἐδίδοσαν.
在这些部署妥当之后,四百人每人带着一把隐蔽的短剑走上前去,随行的还有一百二十名青年,他们在需要动用武力时常被用作打手。 他们来到议事厅中那些通过抓豆子(抽签)选出的议员面前,命令他们领取津贴后退出;他们自己带来了议员们剩余全部任期的津贴,并在他们退出时发给他们。