Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.68.1-8.68.4

寡头政变领袖的才能与推翻民主的艰难

第 876 段,共 917 段 · 希腊语

内容简介

赞扬了主导寡头政体变革的主要人物皮桑德、安提丰、弗里尼科斯和塞拉门尼斯的杰出才能与背景,并指出在长期享受自由的雅典推翻民主制的极大困难。

§8.68.1ἦν δὲ ὁ μὲν τὴν γνώμην ταύτην εἰπὼν Πείσανδρος, καὶ τἆλλα ἐκ τοῦ προφανοῦς προθυμότατα ξυγκαταλύσας τὸν δῆμον·
提出这一提案的人是皮桑德,他在其他方面也最积极地公开协助推翻民主制。
ὁ μέντοι ἅπαν τὸ πρᾶγμα ξυνθεὶς ὅτῳ τρόπῳ κατέστη ἐς τοῦτο καὶ ἐκ πλείστου ἐπιμεληθεὶς Ἀντιφῶν ἦν ἀνὴρ Ἀθηναίων τῶν καθ’ ἑαυτὸν ἀρετῇ τε οὐδενὸς ὕστερος καὶ κράτιστος ἐνθυμηθῆναι γενόμενος καὶ ἃ γνοίη εἰπεῖν, καὶ ἐς μὲν δῆμον οὐ παριὼν οὐδ’ ἐς ἄλλον ἀγῶνα ἑκούσιος οὐδένα, ἀλλ’ ὑπόπτως τῷ πλήθει διὰ δόξαν δεινότητος διακείμενος, τοὺς μέντοι ἀγωνιζομένους καὶ ἐν δικαστηρίῳ καὶ ἐν δήμῳ πλεῖστα εἷς ἀνήρ, ὅστις ξυμβουλεύσαιτό τι, δυνάμενος ὠφελεῖν.
然而,组织整个计划、使事态达到这一地步并对其进行最长期筹划的人,则是安提丰。 他在同时代的雅典人中,才能不亚于任何人,并且在构思计划以及表达自己的决定方面,被公认为最杰出的人。 他既不主动走到民众面前发言,也不自愿参加任何其他公开辩论,而是因为其精明能干的名声而受到大众的猜疑;然而,对于那些在法庭或公民大会上进行辩论的人,只要有人向他咨询,他作为一个个人,最能够提供有力的帮助。
§8.68.2καὶ αὐτός τε, ἐπειδὴ † μετέστη ἡ δημοκρατία καὶ ἐς ἀγῶνας κατέστη † τὰ τῶν τετρακοσίων ἐν ὑστέρῳ μεταπεσόντα ὑπὸ τοῦ δήμου ἐκακοῦτο †, ἄριστα φαίνεται τῶν μέχρι ἐμοῦ ὑπὲρ αὐτῶν τούτων αἰτιαθείς, ὡς ξυγκατέστησε, θανάτου δίκην ἀπολογησάμενος.
而当民主制被推翻、四百人政权的事态在随后发生逆转并遭到民众在法庭上的清算时,他自己也因被指控协助建立该政权而面临死刑审判,并做出了直到我那个时代为止所有人中最杰出的申辩。
§8.68.3παρέσχε δὲ καὶ ὁ Φρύνιχος ἑαυτὸν πάντων διαφερόντως προθυμότατον ἐς τὴν ὀλιγαρχίαν, δεδιὼς τὸν Ἀλκιβιάδην καὶ ἐπιστάμενος εἰδότα αὐτὸν ὅσα ἐν τῇ Σάμῳ πρὸς τὸν Ἀστύοχον ἔπραξε, νομίζων οὐκ ἄν ποτε αὐτὸν κατὰ τὸ εἰκὸς ὑπ’ ὀλιγαρχίας κατελθεῖν· πολύ τε πρὸς τὰ δεινά, ἐπειδήπερ ὑπέστη, φερεγγυώτατος ἐφάνη.
弗里尼科斯也表现得比所有人都更为积极地投身于寡头政体,这是因为他惧怕阿尔西比亚德斯,并清楚对方知道自己在萨摩斯与阿斯提奥科斯勾结的所有勾当,并且认为,按照常理,在寡头政体下,阿尔西比亚德斯绝无可能被召回;并且一旦投身于此,在面对危难时,他表现得极为可靠。
§8.68.4καὶ Θηραμένης ὁ τοῦ Ἅγνωνος ἐν τοῖς ξυγκαταλύουσι τὸν δῆμον πρῶτος ἦν, ἀνὴρ οὔτε εἰπεῖν οὔτε γνῶναι ἀδύνατος.
哈格农之子塞拉门尼斯也是协助推翻民主制的人中的首要人物,他是一个在言论和判断上都极其有能的人。
ὥστε ἀπ’ ἀνδρῶν πολλῶν καὶ ξυνετῶν πραχθὲν τὸ ἔργον οὐκ ἀπεικότως καίπερ μέγα ὂν προυχώρησεν· χαλεπὸν γὰρ ἦν τὸν Ἀθηναίων δῆμον ἐπ’ ἔτει ἑκατοστῷ μάλιστα ἐπειδὴ οἱ τύραννοι κατελύθησαν ἐλευθερίας παῦσαι, καὶ οὐ μόνον μὴ ὑπήκοον ὄντα, ἀλλὰ καὶ ὑπὲρ ἥμισυ τοῦ χρόνου τούτου αὐτὸν ἄλλων ἄρχειν εἰωθότα.
因此,这一桩由许多聪明能干的人所共同推行的事业,尽管规模宏大,能得以顺利进行也是合乎情理的;因为,在僭主统治被推翻后,要夺走已经享受了近百年自由的雅典民众的自由,是极其困难的,更何况他们不仅从未臣服于他人,而且在这一时期的半数以上的时间里,还习惯于统治他人。

词汇与语法注释

  1. 8.68.1κράτιστος ἐνθυμηθῆναι γενόμενος καὶ ἃ γνοίη εἰπεῖν — 不定式 `ἐνθυμηθῆναι` 和 `εἰπεῖν` 作为说明性不定式(epexegetical infinitive),用于限定形容词 `κράτιστος` 的意义(即“在构想……和表达……方面最杰出”)。`ἃ γνοίη` 是一个带有祈愿语气(optative)的关系从句,表示他可能做出决定的任何一般性或反复发生的情况。
  2. 8.68.1τοὺς μέντοι ἀγωνιζομένους ... δυνάμενος ὠφελεῖν — 分词 `δυνάμενος` 为主格,与主语安提丰一致,并与前文的 `Ἀντιφῶν ἦν` 相呼应,实际上构成了主句的谓语部分(“能够提供帮助”)。`τοὺς ἀγωνιζομένους`(辩论/斗争的人)是不定式 `ὠφελεῖν` 的直接宾语,其间嵌入了表示条件的关系从句 `ὅστις ξυμβουλεύσαιτό τι`(凡是向他咨询的人)。
  3. 8.68.2ἐπειδὴ † μετέστη ἡ δημοκρατία ... ἐκακοῦτο † — 此处手稿文本存在损坏(由剑号 † 表示),存在多个动词(`κατέστη`, `ἐκακοῦτο`)以及结构性的混乱。在语境上,它被解读为由 `ἐπειδή` 引导的时间从句,描述历史局势的转变:“当民主政体被推翻,且四百人政权的事态随后发生逆转、在法庭上面临民众的清算时”。
  4. 8.68.4τὸν Ἀθηναίων δῆμον ... ἐλευθερίας παῦσαι — 引导自非人称形容词 `χαλεπόν`(……是困难的)的不定式 `παῦσαι`(使停止、剥夺)的主语在语境上是“他们”(建立四百人政权的人)。宾格 `τὸν Ἀθηναίων δῆμον` 是 `παῦσαι` 的直接宾语,而属格 `ἐλευθερίας` 是表示剥夺/分离的属格(意为“剥夺自由”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.68.1-8.68.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.68.1-8.68.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。