§8.67.1ἐν τούτῳ οὖν τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο.
因此,在这个关键时刻,皮桑德及其同伙抵达后,立刻着手进行其余的工作。
καὶ πρῶτον μὲν τὸν δῆμον ξυλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι ξυγγραφέας αὐτοκράτορας, τούτους δὲ ξυγγράψαντας γνώμην ἐσενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν καθ’ ὅτι ἄριστα ἡ πόλις οἰκήσεται·
首先,他们召集了民众,提议选举十名具有全权的国家法律起草委员,并由这些人在起草完提案后,在指定的日期提交给民众,内容关乎如何使国家得到最妥善的治理。
§8.67.2ἔπειτα ἐπειδὴ ἡ ἡμέρα ἐφῆκε, ξυνέκλῃσαν τὴν ἐκκλησίαν ἐς τὸν Κολωνόν (ἔστι δὲ ἱερὸν Ποσειδῶνος ἔξω πόλεως ἀπέχον σταδίους μάλιστα δέκα), καὶ ἐσήνεγκαν οἱ ξυγγραφῆς ἄλλο μὲν οὐδέν, αὐτὸ δὲ τοῦτο, ἐξεῖναι μὲν Ἀθηναίων ἀνατεὶ εἰπεῖν γνώμην ἣν ἄν τις βούληται· ἢν δέ τις τὸν εἰπόντα ἢ γράψηται παρανόμων ἢ ἄλλῳ τῳ τρόπῳ βλάψῃ, μεγάλας ζημίας ἐπέθεσαν.
随后,当那一天到来时,他们将公民大会召集在科洛诺斯(这是城外约十斯塔迪亚的一处波塞冬神庙)。 起草委员们没有提出任何其他提案,而唯独提出了这一条:允许任何雅典人免受惩罚地发表任何他想发表的意见;如果有人以违宪提案罪起诉发言者,或以任何其他方式危害发言者,他们将处以重罚。
§8.67.3ἐνταῦθα δὴ λαμπρῶς ἐλέγετο ἤδη μήτε ἀρχὴν ἄρχειν μηδεμίαν ἔτι ἐκ τοῦ αὐτοῦ κόσμου μήτε μισθοφορεῖν προέδρους τε ἑλέσθαι πέντε ἄνδρας, τούτους δὲ ἑλέσθαι ἑκατὸν ἄνδρας, καὶ τῶν ἑκατὸν ἕκαστον πρὸς ἑαυτὸν τρεῖς· ἐλθόντας δὲ αὐτοὺς τετρακοσίους ὄντας ἐς τὸ βουλευτήριον ἄρχειν ὅπῃ ἂν ἄριστα γιγνώσκωσιν αὐτοκράτορας, καὶ τοὺς πεντακισχιλίους δὲ ξυλλέγειν ὁπόταν αὐτοῖς δοκῇ.
至此,有人已经公开提议,不再担任任何基于原有体制的官职,也不再发放任何公职津贴;并且选举五名委员,再由这五人选择一百人,而这一百人每人再为自己挑选三人;这总共四百人进入议事会,以他们认为最妥善的方式拥有全权进行统治,并由他们在认为合适的时候召集那五千人。