Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.66.1-8.66.5

雅典寡头派的恐怖统治与民众的沉默

第 874 段,共 917 段 · 希腊语

内容简介

详细描述了雅典寡头统治下的恐怖统治实况。公民大会和议事会名存实亡,反对者遭到秘密暗杀,市民之间深重的相互猜忌使得任何有组织的反抗都无法进行。

§8.66.1ἦν δὲ τοῦτο εὐπρεπὲς πρὸς τοὺς πλείους, ἐπεὶ ἕξειν γε τὴν πόλιν οἵπερ καὶ μεθίστασαν ἔμελλον.
但这不过是对多数派冠冕堂皇的借口,因为那些变革政体的人确实将要控制这座城市。
δῆμος μέντοι ὅμως ἔτι καὶ βουλὴ ἡ ἀπὸ τοῦ κυάμου ξυνελέγετο·
然而,公民大会和通过抽签(蚕豆)产生的议事会仍旧照常召开。
ἐβούλευον δὲ οὐδὲν ὅτι μὴ τοῖς ξυνεστῶσι δοκοίη, ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν καὶ τὰ ῥηθησόμενα πρότερον αὐτοῖς προύσκεπτο.
但是,除了结托者们赞同的事之外,他们不决定任何事;相反,发言者也都是他们的人,且要说的内容事先已由他们审查过了。
§8.66.2ἀντέλεγέ τε οὐδεὶς ἔτι τῶν ἄλλων, δεδιὼς καὶ ὁρῶν πολὺ τὸ ξυνεστηκός· εἰ δέ τις καὶ ἀντείποι, εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει, καὶ τῶν δρασάντων οὔτε ζήτησις οὔτ’ εἰ ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο, ἀλλ’ ἡσυχίαν εἶχεν ὁ δῆμος καὶ κατάπληξιν τοιαύτην ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον, εἰ καὶ σιγῴη, ἐνόμιζεν.
其余的人中再也没有人出来反对,因为他们害怕并看到结托者的势力庞大;如果有人出来反对,立刻就会被以某种便利的方法处死。 对于行凶者既不予追查,即使被怀疑也无人问罪;相反,民众保持沉默,且处于如此恐慌之中,以至于一个未遭受任何暴力的人,即使保持沉默,也认为这是莫大的幸运。
§8.66.3καὶ τὸ ξυνεστηκὸς πολὺ πλέον ἡγούμενοι εἶναι ἢ ὅσον ἐτύγχανεν ὂν ἡσσῶντο ταῖς γνώμαις, καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον [αὐτοὶ ἐξευρεῖν].
他们认为结托者的规模比实际情况要大得多,因此意志消沉;而由于城市庞大以及彼此互不相识,他们无法查明真相,也就不能自己查明。
§8.66.4κατὰ δὲ ταὐτὸ τοῦτο καὶ προσολοφύρασθαί τινι ἀγανακτήσαντα, ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα, ἀδύνατον ἦν· ἢ γὰρ ἀγνῶτα ἂν ηὗρεν ᾧ ἐρεῖ ἢ γνώριμον ἄπιστον.
正由于这同一个原因,任何人想要因义愤向别人诉苦、以便策划反抗,都是不可能的;因为他要么会发现自己是在向一个陌生人倾诉,要么会发现熟人也是不可信的。
§8.66.5ἀλλήλοις γὰρ ἅπαντες ὑπόπτως προσῇσαν οἱ τοῦ δήμου, ὡς μετέχοντά τινα τῶν γιγνομένων.
因为所有平民派的人彼此接近时都怀有疑心,认为对方参与了正在发生的事情。
ἐνῆσαν γὰρ καὶ οὓς οὐκ ἄν ποτέ τις ᾤετο ἐς ὀλιγαρχίαν τραπέσθαι· καὶ τὸ ἄπιστον οὗτοι μέγιστον πρὸς τοὺς πολλοὺς ἐποίησαν καὶ πλεῖστα ἐς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν, βέβαιον τὴν ἀπιστίαν τῷ δήμῳ πρὸς ἑαυτὸν καταστήσαντες.
因为在他们之中,甚至包含了一些任何人绝想不到会倒向寡头政治的人;正是这些人使大众产生了极大的不信任,并对少数人的安全给予了最大的帮助,因为他们在平民内部建立起彼此之间根深蒂固的不信任。

词汇与语法注释

  1. 8.66.1ὅτι μὴ — 意为“除了……之外”的习惯用法。此处与否定词 οὐδὲν 相关联,表示“除了阴谋者们同意(δοκοίη)的事情之外,什么都不(οὐδὲν)决定”。也常写作 ὅ τι μὴ。
  2. 8.66.2ἐτεθνήκει — 动词 θνῄσκω 的过去完成时直陈语气能动态第三人称单数。虽然条件从句 εἴ τις καὶ ἀντείποι 使用了祈愿语气(表示过去的一般或反复条件),但主句中使用的过去完成时强调了结果的迅速与确定性:任何持异议者“立刻(被杀而)死去了”。
  3. 8.66.2ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον, εἰ καὶ σιγῴη, ἐνόμιζεν — 结果的 ὥστε 从句内的结构:主语是名词化的现在分词短语 ὁ μὴ πάσχων τι βίαιον(未遭受任何暴力的人),主要动词是 ἐνόμιζεν,它带宾语补足语 κέρδος(幸运、赚到)。条件从句 εἰ καὶ σιγῴη(即使保持沉默)嵌入其中。
  4. 8.66.4ἀγανακτήσαντα, ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα — 宾格分词 ἀγανακτήσαντα 和 ἐπιβουλεύσαντα 与取决于无人称句 ἀδύνατον ἦν(……是不可能的)的不定式 προσολοφύρασθαί(诉苦)的隐含逻辑主语(如表示一般人的宾格 τινά 等)一致。由于修饰不定式的逻辑主语,故使用宾格而非主格。
  5. 8.66.5ὡς μετέχοντά τινα τῶν γιγνομένων — 带有连词 ὡς(认为……、因为觉得……)的宾格分词。它作为独立宾格(accusative absolute)起作用,表明由前文动词 προσῇσαν(接近)所隐含的人们的主观态度,此处的 τινά 是分词 μετέχοντα 的逻辑主语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.66.1-8.66.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.66.1-8.66.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。