§8.65.1οἱ δὲ ἀμφὶ τὸν Πείσανδρον παραπλέοντές τε, ὥσπερ ἐδέδοκτο, τοὺς δήμους ἐν ταῖς πόλεσι κατέλυον, καὶ ἅμα ἔστιν ἀφ’ ὧν χωρίων καὶ ὁπλίτας ἔχοντες σφίσιν αὐτοῖς ξυμμάχους ἦλθον ἐς τὰς Ἀθήνας.
另一方面,培桑德和他的同伴们按照既定计划,在沿航道航行时推翻了各城市的民主政体,同时,他们还从某些地方带走重装步兵作为自己的盟友,来到了雅典。
§8.65.2καὶ καταλαμβάνουσι τὰ πλεῖστα τοῖς ἑταίροις προειργασμένα.
他们发现,大部分工作已被他们的同党预先做好了准备。
καὶ γὰρ Ἀνδροκλέα τέ τινα τοῦ δήμου μάλιστα προεστῶτα ξυστάντες τινὲς τῶν νεωτέρων κρύφα ἀποκτείνουσιν, ὅσπερ καὶ τὸν Ἀλκιβιάδην οὐχ ἥκιστα ἐξήλασε, καὶ αὐτὸν κατ’ ἀμφότερα, τῆς τε δημαγωγίας ἕνεκα καὶ οἰόμενοι τῷ Ἀλκιβιάδῃ ὡς κατιόντι καὶ τὸν Τισσαφέρνην φίλον ποιήσοντι χαριεῖσθαι, μᾶλλόν τι διέφθειραν·
因为一些年轻人结成帮派,秘密杀害了安德罗克勒斯,他不仅是民粹派的最主要领袖,而且在驱逐阿尔西比亚德斯时也出力最多。 他们杀害他有两个原因:一是因为他的煽动政治,二是因为他们认为阿尔西比亚德斯即将回国并使蒂萨斐尼成为他们的朋友,这样做可以取悦他。
καὶ ἄλλους τινὰς ἀνεπιτηδείους τῷ αὐτῷ τρόπῳ κρύφα ἀνήλωσαν.
他们还用同样的方式秘密除掉了其他一些不便之人。
§8.65.3λόγος τε ἐκ τοῦ φανεροῦ προείργαστο αὐτοῖς ὡς οὔτε μισθοφορητέον εἴη ἄλλους ἢ τοὺς στρατευομένους οὔτε μεθεκτέον τῶν πραγμάτων πλέοσιν ἢ πεντακισχιλίοις, καὶ τούτοις οἳ ἂν μάλιστα τοῖς τε χρήμασι καὶ τοῖς σώμασιν ὠφελεῖν οἷοί τε ὦσιν.
他们还在公开场合做好了解说铺垫,声称除了服兵役的人外,任何人都不应领取薪资;参与国政的人数不应超过五千人,且这些人必须是能够以其财产和身体为国家做出最大贡献的人。