Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.47.1-8.47.2

阿尔西比亚德斯策划归国与建立寡头政体

第 855 段,共 917 段 · 希腊语

内容简介

阿尔西比亚德斯利用与波斯的关系策划重返雅典,向萨摩斯的雅典军队送去提议,以建立寡头政治作为其回国的条件。由此,萨摩斯的雅典有力人士开始推动推翻民主政治。

§8.47.1ὁ δὲ Ἀλκιβιάδης ταῦτα ἅμα μὲν τῷ Τισσαφέρνει καὶ [τῷ] βασιλεῖ, ὢν παρ’ ἐκείνοις, ἄριστα εἶναι νομίζων παρῄνει, ἅμα δὲ τὴν ἑαυτοῦ κάθοδον ἐς τὴν πατρίδα ἐπιθεραπεύων, εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ πείσαντι κατελθεῖν·
一方面,阿尔西比亚德斯在提萨斐尼和国王身边时,认为这些建议对他们最有利而予以劝告;另一方面,他也在为自己重返祖国做准备,因为他知道,只要自己不毁灭祖国,有朝一日只要说服国人,他就有可能回去。
πεῖσαι δ’ ἂν ἐνόμιζε μάλιστα ἐκ τοῦ τοιούτου, εἰ Τισσαφέρνης φαίνοιτο αὐτῷ ἐπιτήδειος ὤν· ὅπερ καὶ ἐγένετο.
他认为,如果提萨斐尼显得对他友好,他最有可能借此说服他们;而事实也确实如此。
§8.47.2ἐπειδὴ γὰρ ᾔσθοντο αὐτὸν ἰσχύοντα παρ’ αὐτῷ οἱ ἐν τῇ Σάμῳ Ἀθηναίων στρατιῶται, τὰ μὲν καὶ Ἀλκιβιάδου προσπέμψαντος λόγους ἐς τοὺς δυνατωτάτους αὐτῶν ἄνδρας ὥστε μνησθῆναι περὶ αὐτοῦ ἐς τοὺς βελτίστους τῶν ἀνθρώπων ὅτι ἐπ’ ὀλιγαρχίᾳ βούλεται καὶ οὐ πονηρίᾳ οὐδὲ δημοκρατίᾳ τῇ αὐτὸν ἐκβαλούσῃ κατελθὼν καὶ παρασχὼν Τισσαφέρνην φίλον αὐτοῖς ξυμπολιτεύειν, τὸ δὲ πλέον καὶ ἀπὸ σφῶν αὐτῶν οἱ ἐν τῇ Σάμῳ τριήραρχοί τε τῶν Ἀθηναίων καὶ δυνατώτατοι ὥρμηντο ἐς τὸ καταλῦσαι τὴν δημοκρατίαν.
因为当在萨摩斯的雅典士兵发觉他在提萨斐尼那里很有影响力时,一方面是因为阿尔西比亚德斯派人给他们中最有权势的人带信,让他们在最优秀的公民中提及他,说明他希望在寡头政治下,而不是在将他驱逐的暴民政治或民主政治下回国,并在使提萨斐尼成为他们的朋友之后与他们共同参与国政;但更重要的一方面也是由于他们自己的主动意愿,萨摩斯的雅典三段击桨船长及最有力的人物纷纷致力于推翻民主政治。

词汇与语法注释

  1. 8.47.1εἰ μὴ διαφθερεῖ — 使用将来直说法的条件从句(“如果他不毁灭祖国”)。主语是阿尔西比亚德斯本人,意味着只要他不在阴谋中完全毁灭雅典,他未来回国的道路就依然敞开。
  2. 8.47.1πεῖσαι δ’ ἂν — 带 ἂν 的不定式(潜在不定式),充当动词 ἐνόμιζε(“他认为”)的宾语。在直接引语中,这相当于 ἂν πείσαιμι(“我将能够说服”)。
  3. 8.47.2τὰ μὲν ... τὸ δὲ πλέον — 表示对比的副词性结构,意为“一方面(部分地)……,但更大程度上(主要地)……”。它权衡了促使雅典寡头派推翻民主政治的两个因素:一方面是阿尔西比亚德斯的煽动,另一方面是他们自身的主动意愿。
  4. 8.47.2ὥστε μνησθῆναι — 表示结果(或目的)的 ὥστε 从句。不定式 μνησθῆναι 形式上是不定过去被动式,但具有主动或中间语态的意义(“提及”、“谈及”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.47.1-8.47.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.47.1-8.47.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。