§8.45.1ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον, πρὶν ἐς τὴν Ῥόδον αὐτοὺς ἀναστῆναι, τάδε ἐπράσσετο.
在此期间,甚至在他们移往罗得岛之前,发生了以下的事情。
Ἀλκιβιάδης μετὰ τὸν Χαλκιδέως θάνατον καὶ τὴν ἐν Μιλήτῳ μάχην τοῖς Πελοποννησίοις ὕποπτος ὤν, καὶ ἀπ’ αὐτῶν ἀφικομένης ἐπιστολῆς πρὸς Ἀστύοχον ἐκ Λακεδαίμονος ὥστ’ ἀποκτεῖναι (ἦν γὰρ καὶ τῷ Ἄγιδι ἐχθρὸς καὶ ἄλλως ἄπιστος ἐφαίνετο), πρῶτον μὲν ὑποχωρεῖ δείσας παρὰ Τισσαφέρνην, ἔπειτα ἐκάκου πρὸς αὐτὸν ὅσον ἐδύνατο μάλιστα τῶν Πελοποννησίων τὰ πράγματα, §8.45.2καὶ διδάσκαλος πάντων γιγνόμενος τήν τε μισθοφορὰν ξυνέτεμεν, ἀντὶ δραχμῆς Ἀττικῆς ὥστε τριώβολον καὶ τοῦτο μὴ ξυνεχῶς δίδοσθαι, λέγειν κελεύων τὸν Τισσαφέρνην πρὸς αὐτοὺς ὡς Ἀθηναῖοι ἐκ πλέονος χρόνου ἐπιστήμονες ὄντες τοῦ ναυτικοῦ τριώβολον τοῖς ἑαυτῶν διδόασιν, οὐ τοσοῦτον πενίᾳ ὅσον ἵνα αὐτῶν μὴ οἱ ναῦται ἐκ περιουσίας ὑβρίζοντες οἱ μὲν τὰ σώματα χείρω ἔχωσι δαπανῶντες ἐς τοιαῦτα ἀφ’ ὧν ἡ ἀσθένεια ξυμβαίνει, οἱ δὲ τὰς ναῦς ἀπολείπωσιν οὐχ ὑπολιπόντες ἐς ὁμηρείαν τὸν προσοφειλόμενον μισθόν·
阿尔西比亚德斯在卡尔基丢斯之死和米利都战役之后受到伯罗奔尼撒人的怀疑,而且由于他们从拉刻代蒙给阿斯提奥克斯送来一封信,命令将其处死(因为他也是阿基斯的敌人,且在其他方面也显得不可信),他首先因害怕而逃往提萨斐尼处,随后便尽其所能在提萨斐尼面前败坏伯罗奔尼撒人的事务,并成为其一切事务的顾问,削减了他们的军饷,使他们得到的不是一雅典德拉克马,而成了三奥博尔,且这笔钱也不连续发放,他建议提萨斐尼对他们说,雅典人长期以来更精通海事,也只给他们自己的士兵发放三奥博尔,这与其说是出于贫困,不如说是为了防止他们的水手因富裕而变得骄横,将钱花在导致虚弱的事情上而损害身体,或者在不留下未付军饷作为人质(担保)的情况下便开小差。
§8.45.3καὶ τοὺς τριηράρχους καὶ τοὺς στρατηγοὺς τῶν πόλεων ἐδίδασκεν [ὥστε] δόντα χρήματα αὐτὸν πεῖσαι, ὥστε ξυγχωρῆσαι ταῦτα ἑαυτῷ πλὴν τῶν Συρακοσίων· τούτων δὲ Ἑρμοκράτης ἠναντιοῦτο μόνος ὑπὲρ τοῦ παντὸς ξυμμαχικοῦ.
他还指使他(提萨斐尼)通过赠予金钱来收买各城邦的三列桨战船指挥官和将军,以便他们同意对他(提萨斐尼)的这番削减,只有叙拉古人除外;在他们之中,唯有赫莫克拉底代表整个同盟对此表示反对。
§8.45.4τάς τε πόλεις δεομένας χρημάτων ἀπήλασεν αὐτὸς ἀντιλέγων ὑπὲρ τοῦ Τισσαφέρνους ὡς οἱ μὲν Χῖοι ἀναίσχυντοι εἶεν πλουσιώτατοι ὄντες τῶν Ἑλλήνων, ἐπικουρίᾳ δ’ ὅμως σῳζόμενοι ἀξιοῦσι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασιν ἄλλους ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας κινδυνεύειν·
对于那些前来请求资金的城邦,他自己代表提萨斐尼进行反驳并将他们打发走,声称希奥人极为无耻,因为他们既然是希腊人中最富有的,而且在别人的援助下得以保全,却还要求别人为他们的自由而在肉体和金钱上冒生命危险。
§8.45.5τὰς δ’ ἄλλας πόλεις ἔφη ἀδικεῖν, αἳ ἐς Ἀθηναίους πρότερον ἢ ἀποστῆναι ἀνήλουν, εἰ μὴ καὶ νῦν καὶ τοσαῦτα καὶ ἔτι πλείω ὑπὲρ σφῶν αὐτῶν ἐθελήσουσιν ἐσφέρειν.
至于其他城邦,他说,如果在背叛之前他们曾向雅典人支付支出,那么如果现在不甘愿为了他们自己而缴纳同等甚至更多的数额,他们就是在行不义。
§8.45.6τόν τε Τισσαφέρνην ἀπέφαινε νῦν μέν, τοῖς ἰδίοις χρήμασι πολεμοῦντα, εἰκότως φειδόμενον, ἢν δέ ποτε τροφὴ καταβῇ παρὰ βασιλέως, ἐντελῆ αὐτοῖς ἀποδώσειν τὸν μισθὸν καὶ τὰς πόλεις τὰ εἰκότα ὠφελήσειν.
他还指出,提萨斐尼目前是用自己的私钱作战,因此克扣是理所当然的;但如果一旦国王拨下款项,他便会足额向他们发放军饷,并给这些城邦提供合理的援助。