§8.46.1παρῄνει δὲ καὶ τῷ Τισσαφέρνει μὴ ἄγαν ἐπείγεσθαι τὸν πόλεμον διαλῦσαι, μηδὲ βουληθῆναι κομίσαντα ἢ ναῦς Φοινίσσας ἅσπερ παρεσκευάζετο ἢ Ἕλλησι πλέοσι μισθὸν πορίζοντα τοῖς αὐτοῖς τῆς τε γῆς καὶ τῆς θαλάσσης τὸ κράτος δοῦναι, ἔχειν δ᾽ ἀμφοτέρους ἐᾶν δίχα τὴν ἀρχήν, καὶ βασιλεῖ ἐξεῖναι αἰεὶ ἐπὶ τοὺς αὐτῷ λυπηροὺς τοὺς ἑτέρους ἐπάγειν.
他还建议提萨斐尼不要急于结束战争,也不要希望通过带来他一直在准备的腓尼基战船,或是通过为更多的希腊人提供军饷,从而将陆地和海洋的统治权都交给同一方,而是应当让双方将统治权一分为二地各自保有,以便国王总是能够引导其中一方去对付那些让自己烦恼的另一方。
§8.46.2γενομένης δ’ ἂν καθ’ ἓν τῆς ἐς γῆν καὶ θάλασσαν ἀρχῆς ἀπορεῖν ἂν αὐτὸν οἷς τοὺς κρατοῦντας ξυγκαθαιρήσει, ἢν μὴ αὐτὸς βούληται μεγάλῃ δαπάνῃ καὶ κινδύνῳ ἀναστάς ποτε διαγωνίσασθαι.
因为如果陆地和海洋的统治权合二为一,除非他自己愿意在某个时候付出巨大的代价和危险挺身而出进行决战,否则他将无从知道可以用谁来共同推翻这些统治者。
εὐτελέστερα δὲ τάδ’ εἶναι, βραχεῖ μορίῳ τῆς δαπάνης καὶ ἅμα μετὰ τῆς ἑαυτοῦ ἀσφαλείας αὐτοὺς περὶ ἑαυτοὺς τοὺς Ἕλληνας κατατρῖψαι.
而这更加省钱:只需花费开支的极小一部分,同时确保自身的安全,就能让希腊人自己在彼此之间互相消耗。
§8.46.3ἐπιτηδειοτέρους τε ἔφη τοὺς Ἀθηναίους εἶναι κοινωνοὺς αὐτῷ τῆς ἀρχῆς· ἧσσον γὰρ τῶν κατὰ γῆν ἐφίεσθαι, τὸν λόγον τε ξυμφορώτατον καὶ τὸ ἔργον ἔχοντας πολεμεῖν·
他还说,雅典人更适合作为他(国王)统治的合作伙伴;因为他们对陆地领土的欲望较小,且他们进行战争的原则和行动对国王最为有利。
τοὺς μὲν γὰρ ξυγκαταδουλοῦν ἂν σφίσι τε αὐτοῖς τὸ τῆς θαλάσσης μέρος καὶ ἐκείνῳ ὅσοι ἐν τῇ βασιλέως Ἕλληνες οἰκοῦσι, τοὺς δὲ τοὐναντίον ἐλευθερώσοντας ἥκειν, καὶ οὐκ εἰκὸς εἶναι Λακεδαιμονίους ἀπὸ μὲν σφῶν τῶν Ἑλλήνων ἐλευθεροῦν νῦν τοὺς Ἕλληνας, ἀπὸ δ’ ἐκείνων [τῶν βαρβάρων], ἢν μή ποτε αὐτοὺς μὴ ἐξέλωσι, μὴ ἐλευθερῶσαι.
因为前者(雅典人)会协助奴役——将海洋的部分留给他们自己,而将居住在国王领土内的所有希腊人留给国王;而后者(拉刻代蒙人)则是为了相反的目的,即为了解放他们而来。 而且,拉刻代蒙人既然现在将希腊人从同为希腊人的同胞手中解放出来,却在未来不把他们也从那些人[蛮族]手中解放出来,这是不太可能的,除非那些人(波斯人)有一天将他们(拉刻代蒙人)消灭。
§8.46.4τρίβειν οὖν ἐκέλευε πρῶτον ἀμφοτέρους, καὶ ἀποτεμόμενον ὡς μέγιστα ἀπὸ τῶν Ἀθηναίων ἔπειτ’ ἤδη τοὺς Πελοποννησίους ἀπαλλάξαι ἐκ τῆς χώρας.
因此,他敦促他首先消耗双方,并在尽可能多地削减雅典人的力量之后,再把伯罗奔尼撒人从这片土地上打发走。
§8.46.5καὶ διενοεῖτο τὸ πλέον οὕτως ὁ Τισσαφέρνης, ὅσα γε ἀπὸ τῶν ποιουμένων ἦν εἰκάσαι.
提萨斐尼大体上也是这样打算的,至少从他的所作所为中可以如此推测。
τῷ γὰρ Ἀλκιβιάδῃ διὰ ταῦτα ὡς εὖ περὶ τούτων παραινοῦντι προσθεὶς ἑαυτὸν ἐς πίστιν τήν τε τροφὴν κακῶς ἐπόριζε τοῖς Πελοποννησίοις καὶ ναυμαχεῖν οὐκ εἴα, ἀλλὰ καὶ τὰς Φοινίσσας φάσκων ναῦς ἥξειν καὶ ἐκ περιόντος ἀγωνιεῖσθαι ἔφθειρε τὰ πράγματα καὶ τὴν ἀκμὴν τοῦ ναυτικοῦ αὐτῶν ἀφείλετο γενομένην καὶ πάνυ ἰσχυράν, τά τε ἄλλα καταφανέστερον ἢ ὥστε λανθάνειν οὐ προθύμως ξυνεπολέμει.
因为他因这些事而完全信任了阿尔西比亚德斯,视其为在此事上提出良策之人,他不仅给伯罗奔尼撒人提供糟糕的补给,也不允许他们进行海战,反而还声称腓尼基战船将会到来、届时他们将以绝对优势进行战斗,从而败坏了事情,夺走了他们原本非常强劲的舰队的锐气;而且在其他方面,他也表现得过于明显地不积极协同作战,以至于无法瞒过他人。