Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.44.1-8.44.4

罗得岛倒向伯罗奔尼撒同盟

第 852 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒人应罗得岛权贵之邀前往该岛,并在突袭卡梅鲁斯后成功说服罗得人背叛雅典、归顺自己。随后赶到的雅典人未能阻止这一行动而撤退至邻近岛屿并展开反击,而伯罗奔尼撒人则在征收资金后休整。

§8.44.1οἱ δ’ ἐς τὴν Ῥόδον ἐπικηρυκευομένων ἀπὸ τῶν δυνατωτάτων ἀνδρῶν τὴν γνώμην εἶχον πλεῖν, ἐλπίζοντες νῆσόν τε οὐκ ἀδύνατον καὶ ναυβατῶν πλήθει καὶ πεζῷ προσάξεσθαι, καὶ ἅμα ἡγούμενοι αὐτοὶ ἀπὸ τῆς ὑπαρχούσης ξυμμαχίας δυνατοὶ ἔσεσθαι Τισσαφέρνην μὴ αἰτοῦντες χρήματα τρέφειν τὰς ναῦς.
伯罗奔尼撒人有心驶向罗得岛,因为该岛最有权势的人向他们发出了外交提议。 他们希望将这个在水手人数和步兵力量上绝非弱小的岛屿拉入自己的阵营,同时他们认为,无需向提萨斐尼请求资金,他们自己就能依靠现有的同盟来维持舰队的开销。
§8.44.2πλεύσαντες οὖν εὐθὺς ἐν τῷ αὐτῷ χειμῶνι ἐκ τῆς Κνίδου καὶ προσβαλόντες Καμείρῳ τῆς Ῥοδίας πρῶτον ναυσὶ τέσσαρσι καὶ ἐνενήκοντα ἐξεφόβησαν μὲν τοὺς πολλοὺς οὐκ εἰδότας τὰ πρασσόμενα, καὶ ἔφευγον, ἄλλως τε καὶ ἀτειχίστου οὔσης τῆς πόλεως·
因此,他们在这个冬天的同一时期立即从克尼多斯起航,首先以九十四艘船袭击了罗得岛领土内的卡梅鲁斯。 他们使毫不知晓内情的大众陷入恐慌并四处逃窜,特别是由于该城未筑城墙。
εἶτα ξυγκαλέσαντες οἱ Λακεδαιμόνιοι τούτους τε καὶ τοὺς ἐκ τοῖν δυοῖν πολέοιν, Λίνδου καὶ Ἰηλυσοῦ, Ῥοδίους ἔπεισαν ἀποστῆναι Ἀθηναίων· καὶ προσεχώρησε Ῥόδος Πελοποννησίοις.
随后,拉刻代蒙人召集了这些人以及另外两座城市——林多斯和伊阿利苏斯的罗得人,说服他们背叛雅典人;于是罗得岛归顺了伯罗奔尼撒人。
§8.44.3οἱ δὲ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον ταῖς ἐκ τῆς Σάμου ναυσὶν αἰσθόμενοι ἔπλευσαν μὲν βουλόμενοι φθάσαι καὶ ἐπεφάνησαν πελάγιοι, ὑστερήσαντες δὲ οὐ πολλῷ τὸ μὲν παραχρῆμα ἀπέπλευσαν ἐς Χάλκην, ἐντεῦθεν δ’ ἐς Σάμον, ὕστερον δὲ ἐκ τῆς Χάλκης καὶ ἐκ τῆς Κῶ [καὶ ἐκ τῆς Σάμου] τοὺς ἐπίπλους ποιούμενοι ἐπὶ τὴν Ῥόδον ἐπολέμουν.
与此同时,雅典人得知了这一消息,带着来自萨摩斯的船只起航,企图抢先一步,并在外海露面。 但他们只迟到了片刻,于是当时立即退回卡尔克岛,并从那里返回萨摩斯;不过此后,他们从卡尔克、科斯[及萨摩斯]不断发动袭击,对罗得岛展开了战争。
§8.44.4οἱ δὲ χρήματα μὲν ἐξέλεξαν ἐς δύο καὶ τριάκοντα τάλαντα οἱ Πελοποννήσιοι παρὰ τῶν Ῥοδίων, τὰ δ’ ἄλλα ἡσύχαζον ἡμέρας ὀγδοήκοντα, ἀνελκύσαντες τὰς ναῦς.
伯罗奔尼撒人从罗得人那里征收了三十二塔兰同的资金,此外,他们将船只拖上岸,在接下来的八十天里保持静止。

词汇与语法注释

  1. 8.44.1ἐπικηρυκευομένων — 属格绝对(独立分词)结构,其逻辑主语(发起交涉的使者)未明确写出。后面的介词短语 `ἀπὸ τῶν δυνατωτάτων ἀνδρῶν`(来自最有权势的人)指示了这一提议的发起源头。
  2. 8.44.1προσάξεσθαι — 动词 `προσάγω` 的将来中动不定词。具有中动语态的主动意义(“拉拢至自己一方”),作为分词 `ἐλπίζοντες` 的补语。
  3. 8.44.4τὰ δ’ ἄλλα — 代词的中性复数宾格用作副词,意为“在其余方面”或“此外”。它作为关系宾格(副词性宾格)发挥作用。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.44.1-8.44.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.44.1-8.44.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。