Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.40.1-8.40.3

契奥斯请求救援与奴隶大规模逃亡

第 848 段,共 917 段 · 希腊语

内容简介

契奥斯人和佩达里托斯请求阿斯提奥霍斯救援被雅典人包围的契奥斯。由于契奥斯奴隶的大规模逃亡造成了巨大破坏,起初因过去的威胁而犹豫不决的阿斯提奥霍斯在盟友的热切推动下最终决定前往援助。

§8.40.1οἱ δὲ Χῖοι καὶ Πεδάριτος κατὰ τὸν αὐτὸν χρόνον οὐδὲν ἧσσον, καίπερ διαμέλλοντα, τὸν Ἀστύοχον πέμποντες ἀγγέλους ἠξίουν σφίσι πολιορκουμένοις βοηθῆσαι ἁπάσαις ταῖς ναυσὶ καὶ μὴ περιιδεῖν τὴν μεγίστην τῶν ἐν Ἰωνίᾳ ξυμμαχίδων πόλεων ἔκ τε θαλάσσης εἰργομένην καὶ κατὰ γῆν λῃστείαις πορθουμένην.
与此同时,尽管阿斯提奥霍斯仍在拖延,契奥斯人和佩达里托斯依然派使者前往他那里,要求他率领全部舰队援助正处于包围中的他们,切勿坐视意奥尼亚盟邦中最大的城市被断绝海路,并在陆上因遭到掠夺而饱受蹂躏。
§8.40.2οἱ γὰρ οἰκέται τοῖς Χίοις πολλοὶ ὄντες καὶ μιᾷ γε πόλει πλὴν Λακεδαιμονίων πλεῖστοι γενόμενοι καὶ ἅμα διὰ τὸ πλῆθος χαλεπωτέρως ἐν ταῖς ἀδικίαις κολαζόμενοι, ὡς ἡ στρατιὰ τῶν Ἀθηναίων βεβαίως ἔδοξε μετὰ τείχους ἱδρῦσθαι, εὐθὺς αὐτομολίᾳ τε ἐχώρησαν οἱ πολλοὶ πρὸς αὐτοὺς καὶ τὰ πλεῖστα κακὰ ἐπιστάμενοι τὴν χώραν οὗτοι ἔδρασαν.
因为契奥斯人的奴隶数量极多,除去拉刻代蒙之外,在单一城市中其数量是最多的,同时,由于人数众多,他们在犯错时也受到更为严厉的惩罚。 当雅典军队显露出已在城墙后牢固确立阵地之时,他们中的大多数人便立即投奔了雅典人,并且由于熟悉当地地形,他们给这片土地造成了最大的危害。
§8.40.3ἔφασαν οὖν χρῆναι οἱ Χῖοι, ἕως ἔτι ἐλπὶς καὶ δυνατὸν κωλῦσαι, τειχιζομένου τοῦ Δελφινίου καὶ ἀτελοῦς ὄντος καὶ στρατοπέδῳ καὶ ναυσὶν ἐρύματος μείζονος προσπεριβαλλομένου, βοηθῆσαι σφίσιν.
因此,契奥斯人宣称,趁着还有希望、尚可阻止之时,且在德尔菲尼翁正处于筑垒阶段、尚未完工、且正在为军队和船只加筑更大的防御围墙之际,应当给予他们援助。
ὁ δὲ Ἀστύοχος καίπερ οὐ διανοούμενος διὰ τὴν τότε ἀπειλήν, ὡς ἑώρα καὶ τοὺς ξυμμάχους προθύμους ὄντας, ὥρμητο ἐς τὸ βοηθεῖν.
而阿斯提奥霍斯虽然因当时的威胁而无意前往,但看到盟友们也都十分热切,便决意前去援助。

词汇与语法注释

  1. 8.40.1διαμέλλοντα — 与 `καίπερ` 连用的现在分词,表示让步,在性、数、格上与紧随其后的宾格名词 `τὸν Ἀστύοχον` 一致。
  2. 8.40.2μιᾷ γε πόλει — 关系或限制与格,用于限定比较范围,意为“在单一城市中(除拉刻代蒙外)”。
  3. 8.40.3τειχιζομένου τοῦ Δελφινίου — 独立属格结构。分词 `τειχιζομένου`(与其主语 `τοῦ Δελφινίου`)、`ὄντος` 以及 `προσπεριβαλλομένου` 并列,用以描述正在发生的情境或时间背景。
  4. 8.40.3διὰ τὴν τότε ἀπειλήν — 副词 `τότε` 置于冠词 `τὴν` 与名词 `ἀπειλήν` 之间的属性位置(attributive position),起形容词作用,意为“当时的威胁”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.40.1-8.40.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.40.1-8.40.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。