Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.42.1-8.42.4

锡米海战与伯罗奔尼撒人的胜利

第 850 段,共 917 段 · 希腊语

内容简介

阿斯提奥霍斯率领的伯罗奔尼撒航队因恶劣天气而分散,并与雅典舰队交战。雅典方面起初占优,但在伯罗奔尼撒舰队主力出现后被迫撤退,伯罗奔尼撒人随后与来自考诺斯的船只合流,并在锡米树立了战利碑。

§8.42.1ἐπέπλει οὖν ὥσπερ εἶχε πρὸς τὴν Σύμην ὁ Ἀστύοχος πρὶν ἔκπυστος γενέσθαι, εἴ πως περιλάβοι που μετεώρους τὰς ναῦς.
于是,阿斯提奥霍斯在自己的来航被发觉之前,保持原样向锡米驶去,希望能以某种方式在海上包围那些船只。
καὶ αὐτῷ ὑετός τε καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ξυννέφελα ὄντα πλάνησιν τῶν νεῶν ἐν τῷ σκότει καὶ ταραχὴν παρέσχεν.
但是,雨水和阴暗的天空使他的船只在黑暗中迷失了方向并陷入混乱。
§8.42.2καὶ ἅμα τῇ ἕῳ διεσπασμένου τοῦ ναυτικοῦ καὶ τοῦ μὲν φανεροῦ ἤδη ὄντος τοῖς Ἀθηναίοις τοῦ εὐωνύμου κέρως, τοῦ δὲ ἄλλου περὶ τὴν νῆσον ἔτι πλανωμένου, ἐπανάγονται κατὰ τάχος ὁ Χαρμῖνος καὶ οἱ Ἀθηναῖοι ἐλάσσοσιν ἢ ταῖς εἴκοσι ναυσί, νομίσαντες ἅσπερ ἐφύλασσον ναῦς τὰς ἀπὸ τῆς Καύνου ταύτας εἶναι.
黎明时分,由于他们的舰队已被吹散,左翼已经暴露在雅典人的视野中,而其余部分仍在岛屿周围漂泊,哈尔米诺斯和雅典人便以少于二十艘的船只急速出击,以为这些就是他们之前警戒的、来自考诺斯的船只。
§8.42.3καὶ προσπεσόντες εὐθὺς κατέδυσάν τε τρεῖς καὶ κατετραυμάτισαν ἄλλας, καὶ ἐν τῷ ἔργῳ ἐπεκράτουν, μέχρι οὗ ἐπεφάνησαν αὐτοῖς παρὰ δόξαν αἱ πλείους τῶν νεῶν καὶ πανταχόθεν ἀπεκλῄοντο.
他们立即发起进攻,击沉了三艘并重创了其他几艘,在战斗中占了上风,直到出乎他们的意料,敌方的大部分船只显露在他们面前,并且他们开始陷入四面被围的境地。
§8.42.4ἔπειτα δὲ ἐς φυγὴν καταστάντες ἓξ μὲν ναῦς ἀπολλύασι, ταῖς δὲ λοιπαῖς καταφεύγουσιν ἐς τὴν Τευτλοῦσσαν νῆσον, ἐντεῦθεν δὲ ἐς Ἁλικαρνασσόν.
随后,他们陷入溃退,失去了六艘船只,其余的船只则逃往特乌特鲁萨岛,此后又逃往哈利卡尔那索斯。
μετὰ δὲ τοῦτο οἱ μὲν Πελοποννήσιοι ἐς Κνίδον κατάραντες καὶ ξυμμιγεισῶν τῶν ἐκ τῆς Καύνου ἑπτὰ καὶ εἴκοσι νεῶν αὐτοῖς ξυμπάσαις πλεύσαντες καὶ τροπαῖον ἐν τῇ Σύμῃ στήσαντες πάλιν ἐς τὴν Κνίδον καθωρμίσαντο·
在此之后,伯罗奔尼撒人驶入克尼多斯,在来自考诺斯的二十七艘船只与他们会合后,他们率领全军航行,在锡米树立了战利碑,随后又返回并锚泊于克尼多斯。

词汇与语法注释

  1. 8.42.1εἴ πως περιλάβοι — 连词 εἴ 后接希求语气(περιλάβοι),表示期待、目的或尝试(“看是否能够”、“寄希望于借此……”)。
  2. 8.42.1τὰ ἐκ τοῦ οὐρανοῦ ξυννέφελα ὄντα — 由冠词 τὰ、介词短语 ἐκ τοῦ οὐρανοῦ、形容词 ξυννέφελα 以及分词 ὄντα 组成的主格结构。使用中性复数形式将“天空多云的状态”这一抽象事实名词化。
  3. 8.42.2διεσπασμένου τοῦ ναυτικοῦ καὶ τοῦ μὲν φανεροῦ ἤδη ὄντος... τοῦ δὲ ἄλλου... πλανωμένου — 多个属格绝对结构(genitive absolute)并列且嵌套。第一个属格绝对结构 διεσπασμένου τοῦ ναυτικοῦ(舰队被分散)的具体细节,通过其后由 μὲν... δέ... 引导的两个属格绝对分句展开:“左翼(τοῦ εὐωνύμου κέρως)已经暴露”与“其余部分(τοῦ ἄλλου)仍在漂泊”。
  4. 8.42.2νομίσαντες ἅσπερ ἐφύλασσον ναῦς τὰς ἀπὸ τῆς Καύνου ταύτας εἶναι — 不定式 εἶναι 的主格对应对格是指示代词 ταύτας(这些),表语是 τὰς ἀπὸ τῆς Καύνου [ναῦς](来自考诺斯的船只)。逻辑上的先行词 ναῦς 被吸收进了关系从句 ἅσπερ ἐφύλασσον(他们所警戒的)之中(先行词抱合)。整句结构为:“以为这些(眼前看见的船)就是他们之前警戒的、来自考诺斯的那些船只”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.42.1-8.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.42.1-8.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。