§8.27.1καὶ οἱ μὲν ἅμα τῇ ἕῳ ἔμελλον βοηθήσειν·
他们准备在黎明时分前去增援。
Φρύνιχος δὲ ὁ τῶν Ἀθηναίων στρατηγός, ὡς ἀπὸ τῆς Λέρου ἐπύθετο τὰ τῶν νεῶν σαφῶς, βουλομένων τῶν ξυναρχόντων ὑπομείναντας διαναυμαχεῖν, οὐκ ἔφη οὔτ’ αὐτὸς ποιήσειν τοῦτο οὔτ’ ἐκείνοις οὐδ’ ἄλλῳ οὐδενὶ ἐς δύναμιν ἐπιτρέψειν.
但雅典人的将军弗里尼科斯在得知来自莱罗斯岛的船只的确切情况后,尽管其同僚们主张留下来进行海战,他却表示自己既不会这样做,也不会在自己的力量范围内允许他们或任何其他人这样做。
§8.27.2ὅπου γὰρ [ἔξεστιν] ἐν ὑστέρῳ σαφῶς εἰδότας πρὸς ὁπόσας τε ναῦς πολεμίας καὶ ὅσαις πρὸς αὐτὰς ταῖς σφετέραις ἱκανῶς καὶ καθ’ ἡσυχίαν παρασκευασαμένοις ἔσται ἀγωνίσασθαι, οὐδέποτε τῷ αἰσχρῷ ὀνείδει εἴξας ἀλόγως διακινδυνεύσειν.
因为他说,既然以后在确切知道敌舰有多少、自己有多少船只可以与之交战,并且在做了充分而静心的准备之后再进行战斗是可能的,他就绝不会屈服于耻辱的恶名而进行无理的冒险。
§8.27.3οὐ γὰρ αἰσχρὸν εἶναι Ἀθηναίους ναυτικῷ μετὰ καιροῦ ὑποχωρῆσαι, ἀλλὰ καὶ μετὰ ὁτουοῦν τρόπου αἴσχιον ξυμβήσεσθαι ἢν ἡσσηθῶσιν·
因为雅典人在适当的时候率领舰队撤退并不耻辱,相反,如果他们战败,无论以何种方式都会更加耻辱;而且城邦不仅会陷入耻辱,还会陷入最大的危险之中。
καὶ τὴν πόλιν οὐ μόνον τῷ αἰσχρῷ, ἀλλὰ καὶ τῷ μεγίστῳ κινδύνῳ περιπίπτειν, ᾗ μόλις ἐπὶ ταῖς γεγενημέναις ξυμφοραῖς ἐνδέχεσθαι μετὰ βεβαίου παρασκευῆς καθ’ ἑκουσίαν, ἢ πάνυ γε ἀνάγκῃ, προτέρᾳ ποι ἐπιχειρεῖν, ἦ που δὴ μὴ βιαζομένῃ γε πρὸς αὐθαιρέτους κινδύνους ἰέναι.
城邦在经历了已发生的灾难之后,在拥有可靠准备的情况下自愿地、或者在绝对必要时向某处发起先发制人的进攻已属勉强,更不用说在未受逼迫的情况下自寻死路,走向自找的危险了。
§8.27.4ὡς τάχιστα δὲ ἐκέλευε τούς τε τραυματίας ἀναλαβόντας καὶ τὸν πεζὸν καὶ τῶν σκευῶν ὅσα ἦλθον ἔχοντες, ἃ δ’ ἐκ τῆς πολεμίας εἰλήφασι καταλιπόντας ὅπως κοῦφαι ὦσιν αἱ νῆες, ἀποπλεῖν ἐς Σάμον, κἀκεῖθεν ἤδη ξυναγαγόντας πάσας τὰς ναῦς τοὺς ἐπίπλους, ἤν που καιρὸς ᾖ, ποιεῖσθαι.
他命令他们尽快接走伤员、步兵以及他们带来的一切行李,而将从敌方领土上夺取的东西留下来,以便让船只轻装上阵,然后起航前往萨摩斯岛,从那里集结所有船只,若有机遇,再进行出击。
§8.27.5ὡς δὲ ἔπεισε, καὶ ἔδρασε ταῦτα·
他说服了他们,并执行了这些决定。
καὶ ἔδοξεν οὐκ ἐν τῷ αὐτίκα μᾶλλον ἢ ὕστερον, οὐκ ἐς τοῦτο μόνον, ἀλλὰ καὶ ἐς ὅσα ἄλλα Φρύνιχος κατέστη, οὐκ ἀξύνετος εἶναι.
弗里尼科斯不仅在这一件事上,而且在后来他所着手处理的所有其他事情中,在当时乃至后来,都被认为是个不无才智的人。
§8.27.6καὶ οἱ μὲν Ἀθηναῖοι ἀφ’ ἑσπέρας εὐθὺς τούτῳ τῷ τρόπῳ ἀτελεῖ τῇ νίκῃ ἀπὸ τῆς Μιλήτου ἀνέστησαν, καὶ οἱ Ἀργεῖοι κατὰ τάχος καὶ πρὸς ὀργὴν τῆς ξυμφορᾶς ἀπέπλευσαν ἐκ τῆς Σάμου ἐπ’ οἴκου·
于是,雅典人当晚便立即以这种方式从密里都撤军,使胜利未能彻底完成;而阿哥斯人因急躁以及对不幸境遇的愤怒,也迅速从萨摩斯岛起航回国。