§8.26.1ἐν τούτῳ δὲ περὶ δείλην ἤδη ὀψίαν ἀγγέλλεται αὐτοῖς τὰς ἀπὸ Πελοποννήσου καὶ Σικελίας πέντε καὶ πεντήκοντα ναῦς ὅσον οὐ παρεῖναι.
在此期间,已近黄昏,雅典人接到报告说,来自伯罗奔尼撒和西西里的五十五艘船只几乎已在眼前。
τῶν τε γὰρ Σικελιωτῶν, Ἑρμοκράτους τοῦ Συρακοσίου μάλιστα ἐνάγοντος ξυνεπιλαβέσθαι καὶ τῆς ὑπολοίπου Ἀθηναίων καταλύσεως, εἴκοσι νῆες Συρακοσίων ἦλθον καὶ Σελινούντιαι δύο, αἵ τε ἐκ Πελοποννήσου, ἃς παρεσκευάζοντο, ἑτοῖμαι ἤδη οὖσαι·
因为在西西里人中,由于叙拉古的赫尔莫克拉特斯极力督促大家协力消灭雅典人的残余力量,叙拉古人的二十艘船和塞利努斯人的两艘船已经到来;而他们一直在准备的来自伯罗奔尼撒的船只此时也已准备就绪。
καὶ Θηριμένει τῷ Λακεδαιμονίῳ ξυναμφότεραι ὡς Ἀστύοχον τὸν ναύαρχον προσταχθεῖσαι κομίσαι, κατέπλευσαν ἐς Λέρον πρῶτον τὴν πρὸ Μιλήτου νῆσον·
这两支舰队一同被指派给拉栖代梦人塞里梅内斯,由其护送到海军司令阿斯提奥克斯那里,它们首先驶入密里都前方的莱罗斯岛。
§8.26.2ἔπειτα ἐκεῖθεν αἰσθόμενοι ἐπὶ Μιλήτῳ ὄντας Ἀθηναίους ἐς τὸν Ἰασικὸν κόλπον πρότερον πλεύσαντες ἐβούλοντο εἰδέναι τὰ περὶ τῆς Μιλήτου.
随后,他们从那里得知雅典人正在围攻密里都,便先驶入伊阿索斯湾,想要了解密里都的具体情况。
§8.26.3ἐλθόντος δὲ Ἀλκιβιάδου ἵππῳ ἐς Τειχιοῦσσαν τῆς Μιλησίας, οἷπερ τοῦ κόλπου πλεύσαντες ηὐλίσαντο, πυνθάνονται τὰ περὶ τῆς μάχης (παρῆν γὰρ ὁ Ἀλκιβιάδης καὶ ξυνεμάχετο τοῖς Μιλησίοις καὶ Τισσαφέρνει), καὶ αὐτοῖς παρῄνει, εἰ μὴ βούλονται τά τε ἐν Ἰωνίᾳ καὶ τὰ ξύμπαντα πράγματα διολέσαι, ὡς τάχιστα βοηθεῖν Μιλήτῳ καὶ μὴ περιιδεῖν ἀποτειχισθεῖσαν.
当阿尔西比亚德斯骑马来到密里都领地内的泰基乌萨(正是他们驶入该湾后停泊宿营的地方)时,他们获悉了战斗的消息(因为阿尔西比亚德斯当时在场,并与密里都人和蒂萨费尔尼斯并肩作战);他向他们建议,如果不希望使伊奥尼亚的局势和整个事业毁于一旦,就必须尽快救援密里都,决不能坐视其被筑墙围困。