§8.28.1οἱ δὲ Πελοποννήσιοι ἅμα τῇ ἕῳ ἐκ τῆς Τειχιούσσης ἄραντες ἐπικατάγονται, καὶ μείναντες ἡμέραν μίαν τῇ ὑστεραίᾳ καὶ τὰς Χίας ναῦς προσλαβόντες τὰς μετὰ Χαλκιδέως τὸ πρῶτον ξυγκαταδιωχθείσας ἐβούλοντο πλεῦσαι ἐπὶ τὰ σκεύη ἃ ἐξείλοντο ἐς Τειχιοῦσσαν πάλιν.
另一方面,伯罗奔尼撒人在黎明时分从泰丘萨起航入港,在停留了一天之后,于次日又加入了起初与哈尔基德乌斯一同被驱逐的希奥斯船只,希望再次航行去取回他们卸在泰丘萨的行李。
§8.28.2καὶ ὡς ἦλθον, Τισσαφέρνης τῷ πεζῷ παρελθὼν πείθει αὐτοὺς ἐπὶ Ἴασον, ἐν ᾗ Ἀμόργης πολέμιος ὢν κατεῖχε, πλεῦσαι.
他们抵达后,提萨斐尼率领陆军前来,说服他们向敌对的阿莫尔格斯所占领的伊亚索斯航行。
καὶ προσβαλόντες τῇ Ἰάσῳ αἰφνίδιοι καὶ οὐ προσδεχομένων ἀλλ’ ἢ Ἀττικὰς τὰς ναῦς εἶναι αἱροῦσιν· καὶ μάλιστα ἐν τῷ ἔργῳ οἱ Συρακόσιοι ἐπῃνέθησαν.
他们对伊亚索斯发动了突然袭击,由于居民除了认为这些船是雅典的之外别无预料,因而占领了该地;在这次战斗中,叙拉古人受到了极大的赞扬。
§8.28.3καὶ τόν τε Ἀμόργην ζῶντα λαβόντες, Πισσούθνου νόθον υἱόν, ἀφεστῶτα δὲ βασιλέως, παραδιδόασιν οἱ Πελοποννήσιοι Τισσαφέρνει ἀπαγαγεῖν, εἰ βούλεται, βασιλεῖ, ὥσπερ αὐτῷ προσέταξε, καὶ τὴν Ἴασον διεπόρθησαν καὶ χρήματα πάνυ πολλὰ ἡ στρατιὰ ἔλαβεν· παλαιόπλουτον γὰρ ἦν τὸ χωρίον.
他们活捉了阿莫尔格斯——他是皮苏特尼斯的私生子,反叛了国王——伯罗奔尼撒人将他交给提萨斐尼,以便提萨斐尼在愿意时按照国王的命令将他押送给国王;他们彻底洗劫了伊亚索斯,军队获得了极多的财富,因为该地自古以来就很富庶。
§8.28.4τούς τ’ ἐπικούρους τοὺς περὶ τὸν Ἀμόργην παρὰ σφᾶς αὐτοὺς κομίσαντες καὶ οὐκ ἀδικήσαντες ξυνέταξαν, ὅτι ἦσαν οἱ πλεῖστοι ἐκ Πελοποννήσου· τό τε πόλισμα Τισσαφέρνει παραδόντες καὶ τὰ ἀνδράποδα πάντα καὶ δοῦλα καὶ ἐλεύθερα, ὧν καθ’ ἕκαστον στατῆρα Δαρεικὸν παρ’ αὐτοῦ ξυνέβησαν λαβεῖν, ἔπειτα ἀνεχώρησαν ἐς τὴν Μίλητον.
他们将阿莫尔格斯身边的雇佣兵收归自己,没有伤害他们,而是将他们编入队伍,因为他们大多数来自伯罗奔尼撒;他们把城镇交给提萨斐尼,并移交了所有奴隶和自由人的俘虏,双方商定按每人一枚大流克金币的价格从他那里收取赎金,然后他们撤回了密里都。
§8.28.5καὶ Πεδάριτόν τε τὸν Λέοντος ἐς τὴν Χίον ἄρχοντα Λακεδαιμονίων πεμψάντων ἀποστέλλουσι πεζῇ μέχρι Ἐρυθρῶν ἔχοντα τὸ παρὰ Ἀμόργου ἐπικουρικόν, καὶ ἐς τὴν Μίλητον αὐτοῦ Φίλιππον καθιστᾶσιν.
由于拉刻代蒙人派遣利昂之子佩达里托斯去希奥斯担任长官,他们便派他率领从阿莫尔格斯那里获得的雇佣军,循陆路前往埃里特赖,并在密里都任命菲利普斯为当地长官。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天结束了。