Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.87.1-7.87.6

战俘的苦难与西西里远征的惨烈终局

第 808 段,共 917 段 · 希腊语

内容简介

记述了被囚禁在叙拉古石切场的雅典盟军幸存者所遭受的严酷环境和饥饿,以及随后被卖为奴隶的遭遇,并总结指出西西里远征是希腊历史上最惨烈的悲剧,以雅典的彻底毁灭而告终。

§7.87.1τοὺς δ’ ἐν ταῖς λιθοτομίαις οἱ Συρακόσιοι χαλεπῶς τοὺς πρώτους χρόνους μετεχείρισαν.
至于那些被关在石切场里的人,叙拉古人在最初的时期对他们进行了残酷的对待。
ἐν γὰρ κοίλῳ χωρίῳ ὄντας καὶ ὀλίγῳ πολλοὺς οἵ τε ἥλιοι τὸ πρῶτον καὶ τὸ πνῖγος ἔτι ἐλύπει διὰ τὸ ἀστέγαστον καὶ αἱ νύκτες ἐπιγιγνόμεναι τοὐναντίον μετοπωριναὶ καὶ ψυχραὶ τῇ μεταβολῇ ἐς ἀσθένειαν ἐνεωτέριζον,
因为他们身处一个深凹而狭窄的地方,由于没有屋顶遮蔽,起初白天的烈日和闷热让他们痛苦不堪,而随后而来的夜晚却相反,变得像秋天一样寒冷,这种剧烈的气温变化使他们的身体虚弱并致病。
§7.87.2πάντα τε ποιούντων αὐτῶν διὰ στενοχωρίαν ἐν τῷ αὐτῷ καὶ προσέτι τῶν νεκρῶν ὁμοῦ ἐπ᾽ ἀλλήλοις ξυννενημένων, οἳ ἔκ τε τῶν τραυμάτων καὶ διὰ τὴν μεταβολὴν καὶ τὸ τοιοῦτον ἀπέθνῃσκον, καὶ ὀσμαὶ ἦσαν οὐκ ἀνεκτοί, καὶ λιμῷ ἅμα καὶ δίψῃ ἐπιέζοντο (ἐδίδοσαν γὰρ αὐτῶν ἑκάστῳ ἐπὶ ὀκτὼ μῆνας κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου), ἄλλα τε ὅσα εἰκὸς ἐν τῷ τοιούτῳ χωρίῳ ἐμπεπτωκότας κακοπαθῆσαι, οὐδὲν ὅτι οὐκ ἐπεγένετο αὐτοῖς·
而且由于空间狭窄,他们所有的事情都在同一个地方解决,再加上那些因伤口感染、气温骤变或类似原因而死去的人的尸体相互重叠地堆积在一起,恶臭令人难以忍受;与此同时,他们还遭受着饥饿和干渴的折磨(因为在八个月的时间里,他们给每个人每天仅分发一科图拉的水和两科图拉的粮食)。 凡是落入这种地方的人所必然遭受的所有其他痛苦,没有一样不降临到他们身上。
§7.87.3καὶ ἡμέρας μὲν ἑβδομήκοντά τινας οὕτω διῃτήθησαν ἁθρόοι·
他们就这样全体聚集在一起,度过了大约七十天的时间。
ἔπειτα πλὴν Ἀθηναίων καὶ εἴ τινες Σικελιωτῶν ἢ Ἰταλιωτῶν ξυνεστράτευσαν, τοὺς ἄλλους ἀπέδοντο.
随后,除了雅典人以及任何参与了这次远征的西西里或意大利希腊人之外,其余的人都被卖为奴隶。
§7.87.4ἐλήφθησαν δὲ οἱ ξύμπαντες, ἀκριβείᾳ μὲν χαλεπὸν ἐξειπεῖν, ὅμως δὲ οὐκ ἐλάσσους ἑπτακισχιλίων.
被俘的总人数虽然很难精确地说出,但仍然不少于七千人。
§7.87.5ξυνέβη τε ἔργον τοῦτο [Ἑλληνικὸν] τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι, δοκεῖν δ’ ἔμοιγε καὶ ὧν ἀκοῇ Ἑλληνικῶν ἴσμεν, καὶ τοῖς τε κρατήσασι λαμπρότατον καὶ τοῖς διαφθαρεῖσι δυστυχέστατον·
确认这次事件成了这场战争中最大的行动,在我看来,甚至也是我们通过传闻所知的希腊历史上最大的一次事件,对胜利者来说是最辉煌的,而对被消灭者来说则是最不幸的。
§7.87.6κατὰ πάντα γὰρ πάντως νικηθέντες καὶ οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες πανωλεθρίᾳ δὴ τὸ λεγόμενον καὶ πεζὸς καὶ νῆες καὶ οὐδὲν ὅτι οὐκ ἀπώλετο, καὶ ὀλίγοι ἀπὸ πολλῶν ἐπ’ οἴκου ἀπενόστησαν.
因为他们在各个方面都被彻底击败,在任何事情上都遭受了绝非轻微的痛苦,正如俗话所说,他们遭到了“全军覆没”,无论是步兵还是战船,没有一样不被毁灭,成千上万的人中只有极少数人返回了家园。
ταῦτα μὲν τὰ περὶ Σικελίαν γενόμενα.
这就是在西西里发生的事情。

词汇与语法注释

  1. 7.87.1ἐνεωτέριζον — 动词 `νεωτερίζω` 通常意为“进行政治变革”或“起义”,但在此处作不及物动词(或带有“带来变化”的使役含义)使用,描述温度的剧烈变化如何使他们的身体状况急剧恶化,使之陷入虚弱病态(`ἐς ἀσθένειαν`)。
  2. 7.87.2πάντα τε ποιούντων αὐτῶν — 属格绝对(独立分词)结构,表示原因。在狭窄的空间里“做所有的事情”(`πάντα ... ποιούντων`)是历史学家的委婉而写实的表达,指他们不得不在同一个地方进行包括饮食、睡眠和排泄在内的所有生理活动。
  3. 7.87.2οὐδὲν ὅτι οὐκ — 这是一个省略了 `ἐστιν` 的双重否定惯用表达(源自 `οὐδέν ἐστιν 表达 ὅτι οὐκ`,“没有一样不……”),表示强烈的肯定(即“所有的灾难都降临了”)。整句的主语是 `οὐδέν`,动词是 `ἐπεγένετο`。
  4. 7.87.5δοκεῖν δ’ ἔμοιγε — 表示限制或视角的独立不定式(绝对不定式)用法。类似于 `ὡς ἐμοὶ δοκεῖν`(“依我看来”),为整个陈述添加了说话者的主观限定。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.87.1-7.87.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.87.1-7.87.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。