Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.86.1-7.86.5

战俘关入采石场与处死两名将军

第 807 段,共 917 段 · 希腊语

内容简介

叙拉古人将战俘关入石切场,并违背居利普斯的意愿处死了尼西阿斯和德摩斯梯尼。他们的死因涉及过去的恩怨及叙拉古内部的担忧,作者对尼西阿斯因其德行而落得如此悲惨下场表示哀悼。

§7.86.1ξυναθροισθέντες δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι, τῶν τε αἰχμαλώτων ὅσους ἐδύναντο πλείστους καὶ τὰ σκῦλα ἀναλαβόντες, ἀνεχώρησαν ἐς τὴν πόλιν.
叙拉古人和盟军聚集在一起,带上尽可能多的俘虏和战利品,撤回了城里。
§7.86.2καὶ τοὺς μὲν ἄλλους Ἀθηναίων καὶ τῶν ξυμμάχων ὁπόσους ἔλαβον κατεβίβασαν ἐς τὰς λιθοτομίας, ἀσφαλεστάτην εἶναι νομίσαντες τήρησιν, Νικίαν δὲ καὶ Δημοσθένη ἄκοντος τοῦ Γυλίππου ἀπέσφαξαν.
\n 他们将所俘获的其余雅典人及盟军关入石切场,认为这是最安全的看管方式,但违背居利普斯的意愿处死了尼西阿斯和德摩斯梯尼。
ὁ γὰρ Γύλιππος καλὸν τὸ ἀγώνισμα ἐνόμιζέν οἱ εἶναι ἐπὶ τοῖς ἄλλοις καὶ τοὺς ἀντιστρατήγους κομίσαι Λακεδαιμονίοις.
因为居利普斯认为,除了他其他的功绩之外,若能将敌方的将军们带回给拉刻代蒙人,对自身来说将是一件光辉的战绩。
§7.86.3ξυνέβαινε δὲ τὸν μὲν πολεμιώτατον αὐτοῖς εἶναι, Δημοσθένη, διὰ τὰ ἐν τῇ νήσῳ καὶ Πύλῳ, τὸν δὲ διὰ τὰ αὐτὰ ἐπιτηδειότατον· τοὺς γὰρ ἐκ τῆς νήσου ἄνδρας τῶν Λακεδαιμονίων ὁ Νικίας προυθυμήθη, σπονδὰς πείσας τοὺς Ἀθηναίους ποιήσασθαι, ὥστε ἀφεθῆναι.
\n 然而,情况恰恰是,其中一人(德摩斯梯尼)因在岛上和皮洛斯的事件而成为他们最痛恨的敌人,而另一人(尼西阿斯)因同样的原因而成为最友好的人;因为尼西阿斯曾极力劝说雅典人缔结和约,以便让岛上的拉刻代蒙人获得释放。
§7.86.4ἀνθ’ ὧν οἵ τε Λακεδαιμόνιοι ἦσαν αὐτῷ προσφιλεῖς κἀκεῖνος οὐχ ἥκιστα διὰ τοῦτο πιστεύσας ἑαυτὸν τῷ Γυλίππῳ παρέδωκεν.
\n 因此,拉刻代蒙人对他心存好感,而他本人也主要是因为信任这一点,才向居利普斯投降。
ἀλλὰ τῶν Συρακοσίων τινές, ὡς ἐλέγετο, οἱ μὲν δείσαντες, ὅτι πρὸς αὐτὸν ἐκεκοινολόγηντο, μὴ βασανιζόμενος διὰ τὸ τοιοῦτο ταραχὴν σφίσιν ἐν εὐπραγίᾳ ποιήσῃ, ἄλλοι δέ, καὶ οὐχ ἥκιστα οἱ Κορίνθιοι, μὴ χρήμασι δὴ πείσας τινάς, ὅτι πλούσιος ἦν, ἀποδρᾷ καὶ αὖθις σφίσι νεώτερόν τι ἀπ’ αὐτοῦ γένηται, πείσαντες τοὺς ξυμμάχους ἀπέκτειναν αὐτόν.
但是,据传说,叙拉古人中的一些人因曾与他私通而感到害怕,担心他若因此受到审讯拷问,会在他们顺境之时给他们带来混乱;另一些人,尤其是科林斯人,则担心他因富有而贿赂某些人逃跑,从而再次由于他而给他们带来新的灾难。 于是他们说服了盟军,将他杀害。
§7.86.5καὶ ὁ μὲν τοιαύτῃ ἢ ὅτι ἐγγύτατα τούτων αἰτίᾳ ἐτεθνήκει, ἥκιστα δὴ ἄξιος ὢν τῶν γε ἐπ’ ἐμοῦ Ἑλλήνων ἐς τοῦτο δυστυχίας ἀφικέσθαι διὰ τὴν πᾶσαν ἐς ἀρετὴν νενομισμένην ἐπιτήδευσιν.
\n 他就是因为这样或极其类似的原因而死去的。 在我的时代的希腊人中,他是最不应该落入如此不幸境地的人,因为他一生的行事为人完全致力于追求美德。

词汇与语法注释

  1. §7.86.2ἄκοντος τοῦ Γυλίππου — 使用形容词 ἄκων(不情愿的)的属格独立结构,在此表示让步(“违背居利普斯的意愿”或“尽管居利普斯不愿意”)。
  2. §7.86.2ὁ γὰρ Γύλιππος καλὸν τὸ ἀγώνισμα ἐνόμιζέν οἱ εἶναι ἐπὶ τοῖς ἄλλοις καὶ τοὺς ἀντιστρατήγους κομίσαι Λακεδαιμονίοις. — 不定式短语 τοὺς ἀν信托拉特戈斯 科米萨(把敌方将军们带回去)充当 εἶναι 的主语(或与 τὸ ἀγώνισμα 同格)。代词 οἱ 是间接反身代词(与格),指代主句主语居利普斯。
  3. §7.86.3ξυνέβαινε δὲ τὸν μὲν πολεμιώτατον αὐτοῖς εἶναι... — 无人称动词 ξυνέβαινε(“情况恰恰是……”)带对格加不定式结构(τὸν μὲν ... εἶναι 和 τὸν δὲ ... [εἶναι])作其主语。τὸν μὲν 和 τὸν δὲ 分别指代德摩斯梯尼和尼西阿斯。
  4. §7.86.4μὴ βασανιζόμενος διὰ τὸ τοιοῦτο ταραχὴν σφίσιν ἐν εὐπραγίᾳ ποιήσῃ — 由表示恐惧的分词 δείσαντες(恐于)引导的 μὴ 担忧从句(含虚拟语气 ποιήσῃ),意为“唯恐……”。分词 βασανιζόμενος 作状语,表示条件(“如果他受拷问的话”)或时间。
  5. §7.86.5διὰ τὴν πᾶσαν ἐς ἀρετὴν νενομισμένην ἐπιτήδευσιν. — 在冠词 τὴν 和名词 ἐπιτήδευσιν 之间,夹有形容词 πᾶσαν(终生的、全部的)、介词短语 ἐς ἀρετὴν(指向美德)和完成受动分词 νενομισμένην(既定的、合乎礼法的),整句意为“他一生完全致力于美德的追求”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.86.1-7.86.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.86.1-7.86.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。