§7.78.1ὁ μὲν Νικίας τοιάδε παρακελευόμενος ἅμα ἐπῄει τὸ στράτευμα, καὶ εἴ πῃ ὁρῴη διεσπασμένον καὶ μὴ ἐν τάξει χωροῦν ξυνάγων καὶ καθιστάς, καὶ ὁ Δημοσθένης οὐδὲν ἧσσον τοῖς καθ’ ἑαυτὸν τοιαῦτά τε καὶ παραπλήσια λέγων.
尼基阿斯一边进行这样的勉励,一边率领军队前进,每当他看见队伍在某处分散且不按秩序前进时,便将他们聚集并加以整顿;德摩斯梯尼也同样如此,对属于自己管辖的士兵说着相同和类似的话。
§7.78.2τὸ δὲ ἐχώρει ἐν πλαισίῳ τεταγμένον, πρῶτον μὲν ἡγούμενον τὸ Νικίου, ἐφεπόμενον δὲ τὸ Δημοσθένους· τοὺς δὲ σκευοφόρους καὶ τὸν πλεῖστον ὄχλον ἐντὸς εἶχον οἱ ὁπλῖται.
军队排成空心方阵前进,首先由尼基阿斯的部队领头,德摩斯梯尼的部队紧随其后;重装步兵将辎重兵和大部分非战斗人员围在内侧。
§7.78.3καὶ ἐπειδή [τε] ἐγένοντο ἐπὶ τῇ διαβάσει τοῦ Ἀνάπου ποταμοῦ, ηὗρον ἐπ’ αὐτῷ παρατεταγμένους τῶν Συρακοσίων καὶ ξυμμάχων, καὶ τρεψάμενοι αὐτοὺς καὶ κρατήσαντες τοῦ πόρου ἐχώρουν ἐς τὸ πρόσθεν· οἱ δὲ Συρακόσιοι παριππεύοντές τε προσέκειντο καὶ ἐσακοντίζοντες οἱ ψιλοί.
当他们到达阿纳波斯河的渡口时,发现叙拉古人及其同盟军已经在那里严阵以待,他们击退了敌人并夺取了渡口,继续向前推进;然而叙拉古人的骑兵在侧翼并排疾驰、发起袭扰,轻装步兵也投掷标枪。
§7.78.4καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ προελθόντες σταδίους ὡς τεσσαράκοντα ηὐλίσαντο πρὸς λόφῳ τινὶ οἱ Ἀθηναῖοι· τῇ δ’ ὑστεραίᾳ πρῲ ἐπορεύοντο καὶ προῆλθον ὡς εἴκοσι σταδίους, καὶ κατέβησαν ἐς χωρίον ἄπεδόν τι καὶ αὐτοῦ ἐστρατοπεδεύσαντο, βουλόμενοι ἔκ τε τῶν οἰκιῶν λαβεῖν τι ἐδώδιμον (ᾠκεῖτο γὰρ ὁ χῶρος) καὶ ὕδωρ μετὰ σφῶν αὐτῶν φέρεσθαι αὐτόθεν· ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια, ᾗ ἔμελλον ἰέναι, οὐκ ἄφθονον ἦν.
在这一天,雅典人前进了解约四十斯塔德,在一座山丘旁扎营;第二天清晨他们出发,前进了约二十斯塔德,下到一个平坦的地方并在此安营扎寨,希望从房屋中获得一些食物(因为该地区有人居住),并从那里随身携带饮水;因为在他们将要前进的前方许多斯塔德里,水源并不充足。
§7.78.5οἱ δὲ Συρακόσιοι ἐν τούτῳ προελθόντες τὴν δίοδον τὴν ἐν τῷ πρόσθεν ἀπετείχιζον· ἦν δὲ λόφος καρτερὸς καὶ ἑκατέρωθεν αὐτοῦ χαράδρα κρημνώδης, ἐκαλεῖτο δὲ Ἀκραῖον λέπας.
在此期间,叙拉古人提前赶到,用围墙堵截了前方的通道;那是一座险峻的山丘,两旁是陡峭的深谷,被称为阿克莱翁·莱帕斯。
§7.78.6τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι προῇσαν, καὶ οἱ τῶν Συρακοσίων καὶ ξυμμάχων αὐτοὺς ἱππῆς καὶ ἀκοντισταὶ ὄντες πολλοὶ ἑκατέρωθεν ἐκώλυον καὶ ἐσηκόντιζόν τε καὶ παρίππευον.
第二天,雅典人继续前进,叙拉古人及其同盟军人数众多的骑兵和标枪兵从两侧阻碍他们,一面投掷标枪,一面并排驰骋。
καὶ χρόνον μὲν πολὺν ἐμάχοντο οἱ Ἀθηναῖοι, ἔπειτα ἀνεχώρησαν πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον.
雅典人战斗了许久,随后退回到同一个营地。
καὶ τὰ ἐπιτήδεια οὐκέτι ὁμοίως εἶχον· οὐ γὰρ ἔτι ἀποχωρεῖν οἷόν τ’ ἦν ὑπὸ τῶν ἱππέων.
他们的给养再也无法像以前那样得到保障;因为由于敌方骑兵的缘故,他们已经无法离开营地去搜集粮食。